<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐξήρκει τοῖς παλαιοῖς ὑπὸ τῶν ἀλλοφύλων καὶ ἀγρίων ζῴων μὴ ἀδικεῖσθαι, καὶ τοῦτο τῶν 
<milestone unit="tlnum" n="5"/> πρὸς τὰ θηρία τέλος ἦν ἀγώνων ἐκείνοις· οἱ δʼ ὕστερον ἤδη χρῆσθαι μαθόντες αὐτοῖς καὶ ὠφελοῦνται σαρξὶ τρεφόμενοι καὶ θριξὶν ἀμφιεννύμενοι καὶ χολαῖς καὶ πυτίαις ἰατρευόμενοι καὶ δέρμασιν ὁπλίζοντες ἑαυτούς, ὥστʼ ἄξιον εἶναι δεδιέναι μὴ τῶν 
<milestone unit="tlnum" n="10"/> θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος. ἐπεὶ τοίνυν τοῖς μὲν ἄλλοις ἱκανόν ἐστι τὸ μὴ πάσχειν 
<milestone unit="stephpage" xml:id="stephpage-86e" n="86e"/> ὑπὸ τῶν ἐχθρῶν, κακῶς, τοὺς δὲ νοῦν ἔχοντας ὁ Ξενοφῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Cyrop. I 6, 11</note> καὶ ὠφελεῖσθαί φησιν ἀπὸ τῶν διαφερομένων, 
<milestone unit="tlnum" n="15"/> ἀπιστεῖν μὲν οὐ χρή, ζητεῖν δὲ μέθοδον καὶ τέχνην διʼ ἧς τοῦτο περιέσται τὸ καλὸν οἷς χωρὶς ἐχθροῦ ζῆν ἀδύνατόν ἐστιν. οὐ δύναται πᾶν ἐξημερῶσαι δένδρον ὁ γεωργὸς οὐδὲ πᾶν τιθασεῦσαι θηρίον ὁ κυνηγός· ἐζήτησαν οὖν καθʼ ἑτέρας χρείας 
<milestone unit="tlnum" n="20"/> ὁ μὲν ἐκ τῶν ἀκάρπων ὁ δʼ ἀπὸ τῶν ἀγρίων ὠφελεῖσθαι. τῆς θαλάττης τὸ ὕδωρ ἄποτόν ἐστι καὶ πονηρόν, ἀλλʼ ἰχθῦς τρέφει καὶ πόμπιμόν ἐστι πάντῃ καὶ πορεύσιμον ὄχημα τοῖς κομιζομένοις· τοῦ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-86f" n="86f"/> σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι 
<milestone unit="tlnum" n="25"/> καὶ περιβαλεῖν, ὁ Προμηθεύς <quote rend="blockquote"><l>τράγος ἔφη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔφη</foreign> add. H</note> γένειον ἆρα πενθήσεις σύ γε </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 53</note></quote> καὶ γὰρ κάει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ γὰρ</foreign> addidi</note> <pb xml:id="v.1.p.210"/> θερμότητα καὶ τέχνης ἁπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσι. σκόπει δὴ καὶ τὸν ἐχθρόν, εἰ βλαβερὸς ὢν τἄλλα καὶ δυσμεταχείριστος, ἁμωσγέπως 
<milestone unit="stephpage" xml:id="stephpage-87a" n="87a"/> ἁφὴν ἐνδίδωσιν αὑτοῦ καὶ χρῆσιν οἰκείαν καὶ ὠφέλιμός 
<milestone unit="tlnum" n="5"/> ἐστι. καὶ τῶν πραγμάτων ἄφιλα πολλὰ καὶ ἀπεχθῆ καὶ ἀντίπαλα τοῖς ἐντυγχάνουσιν ἀλλʼ ὁρᾷς ὅτι καὶ νόσοις ἔνιοι σώματος εἰς ἀπραγμοσύνην ἐχρήσαντο, καὶ πόνοι πολλοῖς προσπεσόντες ἔρρωσαν καὶ ἤσκησαν. ἔνιοι δὲ καὶ πατρίδος; στέρησιν 
<milestone unit="tlnum" n="10"/> καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης Ζήνων δέ, τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν <q>εὖ γʼ ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα συνελαύνουσα ἡμᾶς.</q> ὥσπερ γὰρ τὰ ῥωμαλεώτατα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ῥωμαλεώτατα</foreign> H: <foreign xml:lang="grc">ῥωμαλέα</foreign> (<foreign xml:lang="grc">ῥωμαλεώτερα</foreign> Suidas v. <foreign xml:lang="grc">σικχός</foreign>)</note> τοὺς 
<milestone unit="tlnum" n="15"/> στομάχους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοὺς στομάχους</foreign> Suidas: <foreign xml:lang="grc">τοῖς στομάχοις</foreign> </note> καὶ ὑγιεινότατα τῶν ζῴων ὄφεις ἐσθίοντα καταπέττει καὶ σκορπίους, ἔστι δʼ ἃ καὶ λίθοις καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-87b" n="87b"/> ὀστράκοις τρέφεται μεταβάλλουσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεταβάλλει</foreign> H</note> δὲ διʼ εὐτονίαν καὶ θερμότητα πνεύματος, οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ οἶνον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἶνον</foreign>] <foreign xml:lang="grc">ὕδωρ</foreign> Suidas</note> προσφερόμενοι ναυτιῶσιν, 
<milestone unit="tlnum" n="20"/> οὕτως οἱ μὲν ἀνόητοι καὶ τὰς φιλίας διαφθείρουσιν, οἱ δὲ φρόνιμοι καὶ ταῖς ἔχθραις ἐμμελῶς χρῆσθαι δύνανται. </p></div></div></body></text></TEI>