ἐξήρκει τοῖς παλαιοῖς ὑπὸ τῶν ἀλλοφύλων καὶ ἀγρίων ζῴων μὴ ἀδικεῖσθαι, καὶ τοῦτο τῶν πρὸς τὰ θηρία τέλος ἦν ἀγώνων ἐκείνοις· οἱ δʼ ὕστερον ἤδη χρῆσθαι μαθόντες αὐτοῖς καὶ ὠφελοῦνται σαρξὶ τρεφόμενοι καὶ θριξὶν ἀμφιεννύμενοι καὶ χολαῖς καὶ πυτίαις ἰατρευόμενοι καὶ δέρμασιν ὁπλίζοντες ἑαυτούς, ὥστʼ ἄξιον εἶναι δεδιέναι μὴ τῶν θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος. ἐπεὶ τοίνυν τοῖς μὲν ἄλλοις ἱκανόν ἐστι τὸ μὴ πάσχειν ὑπὸ τῶν ἐχθρῶν, κακῶς, τοὺς δὲ νοῦν ἔχοντας ὁ Ξενοφῶν Ξενοφῶν ] Cyrop. I 6, 11 καὶ ὠφελεῖσθαί φησιν ἀπὸ τῶν διαφερομένων, ἀπιστεῖν μὲν οὐ χρή, ζητεῖν δὲ μέθοδον καὶ τέχνην διʼ ἧς τοῦτο περιέσται τὸ καλὸν οἷς χωρὶς ἐχθροῦ ζῆν ἀδύνατόν ἐστιν. οὐ δύναται πᾶν ἐξημερῶσαι δένδρον ὁ γεωργὸς οὐδὲ πᾶν τιθασεῦσαι θηρίον ὁ κυνηγός· ἐζήτησαν οὖν καθʼ ἑτέρας χρείας ὁ μὲν ἐκ τῶν ἀκάρπων ὁ δʼ ἀπὸ τῶν ἀγρίων ὠφελεῖσθαι. τῆς θαλάττης τὸ ὕδωρ ἄποτόν ἐστι καὶ πονηρόν, ἀλλʼ ἰχθῦς τρέφει καὶ πόμπιμόν ἐστι πάντῃ καὶ πορεύσιμον ὄχημα τοῖς κομιζομένοις· τοῦ δὲ σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς τράγος ἔφη ἔφη add. H γένειον ἆρα πενθήσεις σύ γε Nauck. p. 53 καὶ γὰρ κάει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ καὶ γὰρ addidi θερμότητα καὶ τέχνης ἁπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσι. σκόπει δὴ καὶ τὸν ἐχθρόν, εἰ βλαβερὸς ὢν τἄλλα καὶ δυσμεταχείριστος, ἁμωσγέπως ἁφὴν ἐνδίδωσιν αὑτοῦ καὶ χρῆσιν οἰκείαν καὶ ὠφέλιμός ἐστι. καὶ τῶν πραγμάτων ἄφιλα πολλὰ καὶ ἀπεχθῆ καὶ ἀντίπαλα τοῖς ἐντυγχάνουσιν ἀλλʼ ὁρᾷς ὅτι καὶ νόσοις ἔνιοι σώματος εἰς ἀπραγμοσύνην ἐχρήσαντο, καὶ πόνοι πολλοῖς προσπεσόντες ἔρρωσαν καὶ ἤσκησαν. ἔνιοι δὲ καὶ πατρίδος; στέρησιν καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης Ζήνων δέ, τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν εὖ γʼ ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα συνελαύνουσα ἡμᾶς. ὥσπερ γὰρ τὰ ῥωμαλεώτατα ῥωμαλεώτατα H: ῥωμαλέα ( ῥωμαλεώτερα Suidas v. σικχός ) τοὺς στομάχους τοὺς στομάχους Suidas: τοῖς στομάχοις καὶ ὑγιεινότατα τῶν ζῴων ὄφεις ἐσθίοντα καταπέττει καὶ σκορπίους, ἔστι δʼ ἃ καὶ λίθοις καὶ ὀστράκοις τρέφεται μεταβάλλουσι μεταβάλλει H δὲ διʼ εὐτονίαν καὶ θερμότητα πνεύματος, οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ οἶνον οἶνον ] ὕδωρ Suidas προσφερόμενοι ναυτιῶσιν, οὕτως οἱ μὲν ἀνόητοι καὶ τὰς φιλίας διαφθείρουσιν, οἱ δὲ φρόνιμοι καὶ ταῖς ἔχθραις ἐμμελῶς χρῆσθαι δύνανται.