<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἐπεὶ δὲ πάσαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάσαις</foreign> Bergkius: <foreign xml:lang="grc">πάσαισι</foreign> </note> κορυδαλλίσι χρὴ λόφον 
<milestone unit="tlnum" n="25"/> ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] id. 1 p. 451</note> καὶ πᾶσα φύσις 
<milestone unit="stephpage" xml:id="stephpage-91f" n="91f"/> ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι <pb xml:id="v.1.p.222"/> Πίνδαρος,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 3 p. 418</note> οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ 
<milestone unit="stephpage" xml:id="stephpage-92a" n="92a"/> ὑπολιπέσθαι τινάς, <q>ὅπως</q> ἔφη <q>μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν 
<milestone unit="tlnum" n="10"/> ἀπαλλαγέντες.</q> οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον , ἐνοχλήσει τοῖς φίλοις. οὐ γὰρ <q>κεραμεῖ</q> δεῖ <q>κεραμέα φθονεῖν</q> οὐδʼ <q>ἀοιδὸν ἀοιδῷ</q> καθʼ Ἡσίοδον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 23</note> οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν <q>εἰς 
<milestone unit="tlnum" n="15"/> ἄφενος σπεύδοντα</q> καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς 
<milestone unit="stephpage" xml:id="stephpage-92b" n="92b"/> ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων , καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις 
<milestone unit="tlnum" n="20"/> θηγόμενον. ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων 
<milestone unit="tlnum" n="25"/> τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους <pb xml:id="v.1.p.223"/> μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα 
<milestone unit="stephpage" xml:id="stephpage-92c" n="92c"/> παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς 
<milestone unit="tlnum" n="5"/>Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν 
<milestone unit="tlnum" n="10"/> παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-92d" n="92d"/> πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας 
<milestone unit="tlnum" n="15"/> καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον. </p></div></div></body></text></TEI>