<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg072.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-86b" n="86b"/> ὁρῶ μὲν ὅτι τὸν πραότατον, ὦ Κορνήλιε Ποῦλχερ,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ποῦλχερ</foreign> Xylander: <foreign xml:lang="grc">ποῦλχερ ἄτερ</foreign> </note> πολιτείας ᾕρησαι τρόπον, ἐν ᾧ μάλιστα τοῖς κοινοῖς ὠφέλιμος; ὢν ἀλυπότατον ἰδίᾳ τοῖς ἐντυγχάνουσι 
<milestone unit="stephpage" xml:id="stephpage-86c" n="86c"/> παρέχεις σεαυτόν. ἐπεὶ δὲ χώραν μὲν 
<milestone unit="tlnum" n="5"/> ἄθηρον ὥσπερ ἱστοροῦσι τὴν Κρήτην εὑρεῖν ἔστι, πολιτεία δὲ μήτε φθόνον ἐνηνοχυῖα μήτε ζῆλον φιλονεικίαν, ἔχθρας γονιμώτατα πάθη, μέχρι νῦν οὐ γέγονεν ἀλλʼ εἰ μηδὲν ἄλλο, ταῖς ἔχθραις αἱ φιλίαι συμπλέκουσιν ἡμᾶς· ὃ καὶ Χίλων ὁ σοφὸς 
<milestone unit="tlnum" n="10"/> νοήσας τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ἠρώτησεν εἰ μηδὲ φίλον ἔχοι, δοκεῖ μοι τὰ τʼ ἄλλα περὶ ἐχθρῶν τῷ πολιτικῷ διεσκέφθαι προσήκειν καὶ τοῦ Ξενοφῶντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶντος</foreign>] Oecon. I 15</note> ἀκηκοέναι μὴ παρέργως εἰπόντος ὅτι τοῦ νοῦν ἔχοντός ἐστι καὶ ἀπὸ <q>τῶν ἐχθρῶν ὠφελεῖσθαι</q> 
<milestone unit="tlnum" n="15"/> ἅπερ οὖν εἰς τοῦτο πρῴην εἰπεῖν μοι παρέστη, συναγαγὼν ὁμοῦ τι τοῖς αὐτοῖς ὀνόμασιν ἀπέσταλκά σοι, φεισάμενος ὡς ἐνῆν μάλιστα τῶν <pb xml:id="v.1.p.209"/> 
<milestone unit="stephpage" xml:id="stephpage-86d" n="86d"/> ἐν τοῖς Πολιτικοῖς Παραγγέλμασι γεγραμμένων, ἐπεὶ κἀκεῖνο τὸ βιβλίον ὁρῶ σε πρόχειρον ἔχοντα πολλάκις. </p></div></div></body></text></TEI>