ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης Σιμωνίδης ] Bergk. 3 p. 411 φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως οὕτως ὁ Madvigius: οὑτω ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ὁρᾷς ἔφη οἷον ἡ ἄσκησίς ἐστιν; ἐστιν ἡ ἄσκησις Stobaeus Flor. XXIX 89 Sed cf. p. 29 f. ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτὸν ὦ Ἡράκλεις ἔφη, ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης Θουκυδίδης ] I 18 ἔλεγε, μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας, ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα. ὡς τοὺς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς Ὁμηρικῆς ] I 323 ὄρνιθος, ὅ τι ἂν λάβῃ λάβῃ Pflugkius: λάβοι τοῖς μαθηταῖς ὥσπερ ἀπτῆσι νεοσσοῖς ϝεοσσοῖσιν H προσφέρων προφέρων H: προσφέρων διὰ τοῦ στόματος. κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων. ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδʼ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δʼ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι περιδούμενοι W πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετʼ ἀγῶνος συνίστασθαι μηδὲ μηδὲ scripsi: μήτε διαλύεσθαι μετʼ ὀργῆς τὰς κοινολογίας μηδʼ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. ἐδήλωσε δʼ Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπʼ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δʼ ἀνοήτου καὶ μανικοῦ. χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον ἐγὼ μὲν οὖν εἶπεν ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων ἔστι· δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτʼ ἐν ὀλίγοις ἀθυμοῦμεν ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. καὶ γὰρ οὗτος καὶ γὰρ οὗτος -- καὶ οὗτος γὰρ νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν. ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν post ἐξέπιπτεν apodosin desiderat W. Sed cf. p. 804 a Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ τὴν δύναμιν. οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας,