<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg071.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἐπεὶ δʼ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπʼ ἀσθενείας ἐπιγίγνεται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπιγίγνεται</foreign> Iunius: <foreign xml:lang="grc">ἐπιτείνεται</foreign> </note> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-78b" n="78b"/> τοῖς, φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ 
<milestone unit="tlnum" n="20"/> πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπʼ ἀρχήν τινα ἢ 
<milestone unit="tlnum" n="25"/> συνηγορίαν. ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει 
<milestone unit="stephpage" xml:id="stephpage-78c" n="78c"/> λαβὴν ὑπὸ φιλοσοφίας. οὐ γὰρ οἷόν τε παύσασθαι <pb xml:id="v.1.p.189"/> ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται. πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ διʼ ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι 
<milestone unit="tlnum" n="5"/> πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι. διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων <quote rend="blockquote"><l> ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 47</note> 
<milestone unit="tlnum" n="10"/> </l><l> τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον </l><l> αἰεί, </l><l>χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει </l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-78d" n="78d"/> καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ 
<milestone unit="tlnum" n="15"/> παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δʼ ἐν Μηδίᾳ διατριβαῖς. καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως <q>τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;</q> ὁ δʼ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου 
<milestone unit="tlnum" n="20"/> γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλʼ οὐδὲν ἧττον εἴ 
<milestone unit="stephpage" xml:id="stephpage-78e" n="78e"/> τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, <q>ὁ κείνου μὲν χορός</q> ἔφη <q>μείζων, 
<milestone unit="tlnum" n="25"/> οὑμὸς δὲ συμφωνότερος</q> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων <pb xml:id="v.1.p.190"/> φιλοσοφεῖν, μέγα· καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. οὐκ ἔστι δὲ μικρὸν οὐδʼ ἡ περὶ τοὺς λόγους μεταβολή. πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι 
<milestone unit="tlnum" n="5"/> μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δʼ <q>ὥσπερ τὰ σκυλάκια</q> φησὶν 
<milestone unit="stephpage" xml:id="stephpage-78f" n="78f"/> ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 539 b</note> <q>τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες</q> ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ 
<milestone unit="tlnum" n="10"/> σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω 
<milestone unit="tlnum" n="15"/> τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, 
<milestone unit="stephpage" xml:id="stephpage-79a" n="79a"/> ἄλλο δʼ οὐδὲν εἰς ὄνησιν αὑτῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign> scripsi: <foreign xml:lang="grc">αὐῶν εἴπεν ἐπὶ</foreign> Madvigius: <foreign xml:lang="grc">εἶπε</foreign> </note> τιθέμενοι. συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας 
<milestone unit="tlnum" n="20"/> πήγνυσθαι διὰ ψῦχος, εἶθʼ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν 
<milestone unit="tlnum" n="25"/> πεπόνθασιν, ἄχρι· οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν <pb xml:id="v.1.p.191"/> Αἴσωπον 
<milestone unit="stephpage" xml:id="stephpage-79b" n="79b"/> εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται. ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">διαπεπαιχὼς</foreign>] <foreign xml:lang="grc">διαπεπλιχὼς</foreign> Bernhardy. <foreign xml:lang="grc">διαπεπλακὼς</foreign> Bergk. <foreign xml:lang="grc">διαπεπαικὼς</foreign> Herwerden</note> ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἤδη τὸ</foreign>] <foreign xml:lang="grc">τὸ ἡδὺ</foreign> Semitelus</note> τὸ τῆς λέξεως μεταβάλλειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μεταλαβεῖν</foreign> Bernhardy</note> 
<milestone unit="tlnum" n="5"/> εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον. 
<milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα 
<milestone unit="stephpage" xml:id="stephpage-79c" n="79c"/> διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, 
<milestone unit="tlnum" n="15"/> ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδης</foreign>] Bergk. 3 p. 411</note> φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ 
<milestone unit="tlnum" n="20"/> ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὕτως ὁ</foreign> Madvigius: <foreign xml:lang="grc">οὑτω</foreign> </note> ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς 
<milestone unit="stephpage" xml:id="stephpage-79d" n="79d"/> ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ 
<milestone unit="tlnum" n="25"/> φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν <pb xml:id="v.1.p.192"/> λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν 
<milestone unit="tlnum" n="5"/> μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-79e" n="79e"/> δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων 
<milestone unit="tlnum" n="10"/> ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον <q>ὁρᾷς</q> ἔφη <q>οἷον ἡ ἄσκησίς ἐστιν;<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐστιν ἡ ἄσκησις</foreign> Stobaeus Flor. XXIX 89 Sed cf. p. 29 f.</note> ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν</q> Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι 
<milestone unit="tlnum" n="15"/> καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτὸν <q>ὦ Ἡράκλεις</q> ἔφη, <q>ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι</q> Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-79f" n="79f"/> ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν 
<milestone unit="tlnum" n="20"/> ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] I 18</note> ἔλεγε, <q>μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας,</q> ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς 
<milestone unit="tlnum" n="25"/> ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον 
<milestone unit="stephpage" xml:id="stephpage-80a" n="80a"/> δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα. ὡς τοὺς <pb xml:id="v.1.p.193"/> γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς 
<milestone unit="tlnum" n="5"/> τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμηρικῆς</foreign>] I 323</note> ὄρνιθος, ὅ τι ἂν λάβῃ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λάβῃ</foreign> Pflugkius: <foreign xml:lang="grc">λάβοι</foreign> </note> τοῖς μαθηταῖς ὥσπερ <q>ἀπτῆσι νεοσσοῖς</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ϝεοσσοῖσιν</foreign> H</note> προσφέρων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προφέρων</foreign> H: <foreign xml:lang="grc">προσφέρων</foreign> </note> διὰ τοῦ στόματος. <quote rend="blockquote"><l>κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ</l></quote> 
<milestone unit="tlnum" n="10"/> μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων. 
<milestone unit="stephpage" xml:id="stephpage-80b" n="80b"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδʼ ἐκ φιλοτιμίας, ἀλλὰ 
<milestone unit="tlnum" n="15"/> μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δʼ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περιδούμενοι</foreign> W</note> πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ 
<milestone unit="tlnum" n="20"/> διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετʼ ἀγῶνος συνίστασθαι μηδὲ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδὲ</foreign> scripsi: <foreign xml:lang="grc">μήτε</foreign> </note> 
<milestone unit="stephpage" xml:id="stephpage-80c" n="80c"/> διαλύεσθαι μετʼ ὀργῆς τὰς κοινολογίας μηδʼ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. ἐδήλωσε δʼ Ἀρίστιππος 
<milestone unit="tlnum" n="25"/> ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπʼ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δʼ ἀνοήτου καὶ μανικοῦ. χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον <q>ἐγὼ <pb xml:id="v.1.p.194"/> μὲν οὖν</q> εἶπεν <q>ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων</q> ἔστι· δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, 
<milestone unit="tlnum" n="5"/> μήτʼ ἐν ὀλίγοις ἀθυμοῦμεν ἀγωνιζόμενοι, μήτε πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-80d" n="80d"/> δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. καὶ γὰρ οὗτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ γὰρ οὗτος -- καὶ οὗτος γὰρ</foreign></note> νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ 
<milestone unit="tlnum" n="10"/> τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν. ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">ἐξέπιπτεν</foreign> apodosin desiderat W. Sed cf. p. 804 a</note> Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον τοσοῦτο περιῆν αὐτῷ φρονήματος 
<milestone unit="tlnum" n="15"/> εἰς τὰ λοιπὰ διὰ τὴν δύναμιν. οὐκοῦν μᾶλλον 
<milestone unit="stephpage" xml:id="stephpage-80e" n="80e"/> εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας, 
<milestone unit="tlnum" n="20"/> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται 
<milestone unit="tlnum" n="25"/> τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον <pb xml:id="v.1.p.195"/> αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-80f" n="80f"/> ἀκροατῶν μηδὲν δεόμενον ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν <q>θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος,</q> οὕτως ὁ ποιήσας 
<milestone unit="tlnum" n="5"/> τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδʼ ὕπαρ ἀλλʼ ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθʼ ὥσπερ ζωγράφημα 
<milestone unit="tlnum" n="10"/> προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον. ἔστιν 
<milestone unit="stephpage" xml:id="stephpage-81a" n="81a"/> οὖν τοῦ προκόπτοντος 1 οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχοντος 
<milestone unit="tlnum" n="15"/> ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φίλημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησίλαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι. οὕτω<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὕτω</foreign> scripsi: <foreign xml:lang="grc">οὕτος</foreign> </note> γὰρ αὐτὸς εὐδοκιμῶν παρʼ ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ 
<milestone unit="tlnum" n="20"/> χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-81b" n="81b"/> θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν <q>ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον</q> οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων 
<milestone unit="tlnum" n="25"/> ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δʼ ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας· οὕτω δὲ καὶ τῶν φιλοσοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος <pb xml:id="v.1.p.196"/> οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-81c" n="81c"/> φλοιῶδες ἀποτίθενται. καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμενος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ 
<milestone unit="tlnum" n="10"/> τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δʼ ἄλλοις πραότερον ἐντυγχάνουσι. τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-81d" n="81d"/> πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγορευθεὶς ὑφʼ ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετʼ ἐρυθήματος. <quote rend="blockquote"><l>οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">π</foreign> 187</note></quote> <q>νέας</q> μὲν γὰρ <q>γυναικός,</q> ὡς Αἰσχύλος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 61</note> φησίν, <quote rend="blockquote"><l>οὔ 
<milestone unit="tlnum" n="20"/> τι λανθάνει φλέγων </l><l> ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη</l></quote> νέῳ δʼ ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται <quote rend="blockquote"><l>κὰμ μὲν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καμ μὲν - χρᾷ</foreign> Bergk. (3 p. 89): <foreign xml:lang="grc">κατὰ μὲν γλῶσσά γε λεπτὸν - αὐτίκα χρῶ</foreign> </note> γλῶσσα ἔαγε, λέπτον δʼ 
<milestone unit="tlnum" n="25"/> </l><l> αὔτικα χρῷ πῦρ ὑποδέδρομεν,</l></quote> ἀθόρυβον δʼ ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δʼ <pb xml:id="v.1.p.197"/> 
<milestone unit="stephpage" xml:id="stephpage-81e" n="81e"/> ἂν ἀκοῦσαι ποθήσειας. ὥσπερ γὰρ οἱ τελούμενοι κατʼ ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, 
<milestone unit="tlnum" n="5"/> οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμένων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως ὁ δʼ ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα. καὶ 
<milestone unit="tlnum" n="10"/> σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ <q>ταπεινὸς 
<milestone unit="stephpage" xml:id="stephpage-81f" n="81f"/> ξυνέπεται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ξυνέπεται</foreign> Plat. Legg. p. 716 a: <foreign xml:lang="grc">συνέπεται</foreign> </note> καὶ κεκοσμημένος.</q> εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι· καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, 
<milestone unit="tlnum" n="15"/> εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους. </p></div></div></body></text></TEI>