ἐπεὶ δʼ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπʼ ἀσθενείας ἐπιγίγνεται ἐπιγίγνεται Iunius: ἐπιτείνεται τοῖς, φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπʼ ἀρχήν τινα ἢ συνηγορίαν. ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει λαβὴν ὑπὸ φιλοσοφίας. οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται. πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ διʼ ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι. διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Bergk. 2 p. 47 τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δʼ ἐν Μηδίᾳ διατριβαῖς. καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; ὁ δʼ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλʼ οὐδὲν ἧττον εἴ τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, ὁ κείνου μὲν χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα· καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. οὐκ ἔστι δὲ μικρὸν οὐδʼ ἡ περὶ τοὺς λόγους μεταβολή. πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δʼ ὥσπερ τὰ σκυλάκια φησὶν ὁ Πλάτων Πλάτων ] Rep. p. 539 b τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δʼ οὐδὲν εἰς ὄνησιν αὑτῶν αὐτῶν scripsi: αὐῶν εἴπεν ἐπὶ Madvigius: εἶπε τιθέμενοι. συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθʼ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι· οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται. ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς διαπεπαιχὼς ] διαπεπλιχὼς Bernhardy. διαπεπλακὼς Bergk. διαπεπαικὼς Herwerden ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη ἤδη τὸ ] τὸ ἡδὺ Semitelus τὸ τῆς λέξεως μεταβάλλειν μεταλαβεῖν Bernhardy εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον. ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης Σιμωνίδης ] Bergk. 3 p. 411 φησὶ τὴν μέλιτταν ξανθὸν μέλι μηδομέναν οἱ δʼ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμήν, ἕτερον δʼ οὐδὲν ἀγαπῶσιν οὐδὲ λαμβάνουσιν, οὕτως οὕτως ὁ Madvigius: οὑτω ὁ τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλʼ ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δʼ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων, Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ὁρᾷς ἔφη οἷον ἡ ἄσκησίς ἐστιν; ἐστιν ἡ ἄσκησις Stobaeus Flor. XXIX 89 Sed cf. p. 29 f. ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτὸν ὦ Ἡράκλεις ἔφη, ὡς οὐδέν ἐστι μικρὸν οὐδʼ ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας ἐξέβαλε τὸ ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης Θουκυδίδης ] I 18 ἔλεγε, μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας, ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ δόγματα. ὡς τοὺς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν μᾶλλον δʼ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς Ὁμηρικῆς ] I 323 ὄρνιθος, ὅ τι ἂν λάβῃ λάβῃ Pflugkius: λάβοι τοῖς μαθηταῖς ὥσπερ ἀπτῆσι νεοσσοῖς ϝεοσσοῖσιν H προσφέρων προφέρων H: προσφέρων διὰ τοῦ στόματος. κακῶς δὲ τὲ οἱ πέλει αὐτῷ μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων. ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδʼ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δʼ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι περιδούμενοι W πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετʼ ἀγῶνος συνίστασθαι μηδὲ μηδὲ scripsi: μήτε διαλύεσθαι μετʼ ὀργῆς τὰς κοινολογίας μηδʼ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. ἐδήλωσε δʼ Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπʼ ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δʼ ἀνοήτου καὶ μανικοῦ. χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον ἐγὼ μὲν οὖν εἶπεν ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων ἔστι· δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτʼ ἐν ὀλίγοις ἀθυμοῦμεν ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. καὶ γὰρ οὗτος καὶ γὰρ οὗτος -- καὶ οὗτος γὰρ νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν. ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν post ἐξέπιπτεν apodosin desiderat W. Sed cf. p. 804 a Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ τὴν δύναμιν. οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας, οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ ἀκροατῶν μηδὲν δεόμενον ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος, οὕτως ὁ ποιήσας τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδʼ ὕπαρ ἀλλʼ ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθʼ ὥσπερ ζωγράφημα προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον. ἔστιν οὖν τοῦ προκόπτοντος 1 οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχοντος ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φίλημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησίλαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι. οὕτω οὕτω scripsi: οὕτος γὰρ αὐτὸς εὐδοκιμῶν παρʼ ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δʼ ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας· οὕτω δὲ καὶ τῶν φιλοσοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ φλοιῶδες ἀποτίθενται. καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμενος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δʼ ἄλλοις πραότερον ἐντυγχάνουσι. τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγορευθεὶς ὑφʼ ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετʼ ἐρυθήματος. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις; Homer. π 187 νέας μὲν γὰρ γυναικός, ὡς Αἰσχύλος Αἰσχύλος ] Nauck. p. 61 φησίν, οὔ τι λανθάνει φλέγων ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη νέῳ δʼ ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται κὰμ μὲν καμ μὲν - χρᾷ Bergk. (3 p. 89): κατὰ μὲν γλῶσσά γε λεπτὸν - αὐτίκα χρῶ γλῶσσα ἔαγε, λέπτον δʼ αὔτικα χρῷ πῦρ ὑποδέδρομεν, ἀθόρυβον δʼ ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δʼ ἂν ἀκοῦσαι ποθήσειας. ὥσπερ γὰρ οἱ τελούμενοι κατʼ ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμένων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως ὁ δʼ ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα. καὶ σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ ταπεινὸς ξυνέπεται ξυνέπεται Plat. Legg. p. 716 a: συνέπεται καὶ κεκοσμημένος. εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι· καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους.