<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg071.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα 
<milestone unit="stephpage" xml:id="stephpage-85c" n="85c"/> μηδʼ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθʼ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ <pb xml:id="v.1.p.206"/> σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα 
<milestone unit="tlnum" n="5"/> <q>τί μοι μέλλεις</q> εἶπεν <q>ὦ τᾶν ἀπαγγελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν</q> οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. νέῳ δʼ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς ἔρως ἐμφύεται 
<milestone unit="stephpage" xml:id="stephpage-85d" n="85d"/> μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι 
<milestone unit="tlnum" n="10"/> καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν γυναῖκα, παιδιὰν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παιδιάν</foreign> Emperius: <foreign xml:lang="grc">παιδία</foreign> </note> σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοιαύτῃ</foreign> idem: <foreign xml:lang="grc">τοσαύτῃ</foreign> </note> καὶ μηδὲν ἂν οὕτως 
<milestone unit="tlnum" n="15"/> εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδʼ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν. 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-85e" n="85e"/> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μικρὸν</foreign>] Hesiod. OD 361</note> ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλʼ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ· γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, 
<milestone unit="tlnum" n="25"/> μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δʼ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως <pb xml:id="v.1.p.207"/> ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ <q>τί γὰρ τὸ παρὰ τοῦτο;</q> καὶ <q>νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον,</q> ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων 
<milestone unit="tlnum" n="5"/> 
      <milestone unit="stephpage" xml:id="stephpage-85f" n="85f"/> ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδʼ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἴεσθαι κατʼ αἰσχύνην μέγα μηδʼ ἔχειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδ’ ἔχειν</foreign>] <foreign xml:lang="grc">μηδὲ δεινὸν</foreign> R</note> εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. 
<milestone unit="tlnum" n="10"/> καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα, ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-86a" n="86a"/> σωρεύοντες ἀλλʼ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου <quote rend="blockquote"><l> κεκρότηται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κεκρότηται</foreign> Bergk. 1 p. 446</note> χρυσέα κρηπίς,</l></quote> οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλʼ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον. 
<milestone unit="tlnum" n="20"/> ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἷς ἂν</foreign>] <foreign xml:lang="grc">ὅταν</foreign> W</note> εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.</p></div></div></body></text></TEI>