πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα μηδʼ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθʼ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα τί μοι μέλλεις εἶπεν ὦ τᾶν ἀπαγγελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. νέῳ δʼ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν γυναῖκα, παιδιὰν παιδιάν Emperius: παιδία σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, τοιαύτῃ idem: τοσαύτῃ καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδʼ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν. ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν μικρὸν ] Hesiod. OD 361 ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλʼ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ· γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δʼ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ τί γὰρ τὸ παρὰ τοῦτο; καὶ νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον, ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδʼ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἴεσθαι κατʼ αἰσχύνην μέγα μηδʼ ἔχειν μηδʼ ἔχειν ] μηδὲ δεινὸν R εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα, ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ σωρεύοντες ἀλλʼ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου κεκρότηται κεκρότηται Bergk. 1 p. 446 χρυσέα κρηπίς, οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλʼ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον. ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν οἷς ἂν ] ὅταν W εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.