<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg071.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς 
<milestone unit="tlnum" n="20"/> θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δʼ εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλʼ ἐξελαύνουσιν ἢ φεύγουσιν, 
<milestone unit="stephpage" xml:id="stephpage-82a" n="82a"/> μηδʼ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν 
<milestone unit="tlnum" n="25"/> αἰσθανόμενοι. οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μὲν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες οἱ δʼ ὑπομένοντες καὶ προσιέμενοι <pb xml:id="v.1.p.198"/> πραότερον ἔχουσι. τὸ δʼ ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν διακαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδʼ ἀγαπᾶν ἀγνοούμενον ἀλλʼ ὁμολογεῖν καὶ δεῖσθαι 
<milestone unit="tlnum" n="5"/> τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον. ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ 
<milestone unit="stephpage" xml:id="stephpage-82b" n="82b"/> θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν. ἄχρι δʼ οὗ τις 
<milestone unit="tlnum" n="10"/> ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ νὴ Δία σκώπτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ ϝὴ Δία σκώπτων</foreign> R: <foreign xml:lang="grc">καὶ διασκώπτων</foreign> </note> αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δʼ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐλλείμματα<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐλλείμματα</foreign> scripsi: <foreign xml:lang="grc">ἐγχρέμματα</foreign> </note> καὶ μικρολογίας 
<milestone unit="tlnum" n="15"/> καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον 
<milestone unit="stephpage" xml:id="stephpage-82c" n="82c"/> αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δʼ οὐδέν. ἀλλʼ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν 
<milestone unit="tlnum" n="20"/> ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε. δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι 
<milestone unit="tlnum" n="25"/> πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων <pb xml:id="v.1.p.199"/> γενέσθαι. χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα 
<milestone unit="stephpage" xml:id="stephpage-82d" n="82d"/> δʼ εἰς τὸ καπηλεῖον, <q>ὅσῳ</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><q><foreign xml:lang="grc">ὅσῳ</foreign></q>] <foreign xml:lang="grc">ἔσω,</foreign><q><foreign xml:lang="grc">ὅσῳ</foreign></q>?</note> γὰρ εἶπεν <q>ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ.</q> καὶ τῶν 
<milestone unit="tlnum" n="5"/> φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν . ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν · ὁ δὲ προκόπτων ἀληθῶς τὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> Emperius: <foreign xml:lang="grc">καὶ τὸν Ἱπποκράτη</foreign>] T. IX p. 340 F. Charter.</note> Ἱπποκράτη ποιεῖται 
<milestone unit="tlnum" n="10"/> παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζόμενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι 
<milestone unit="stephpage" xml:id="stephpage-82e" n="82e"/> μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν 
<milestone unit="tlnum" n="15"/> ἐλέγχεσθαι μηδʼ ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμαθίαν. καὶ μὴν τά γε Βίαντος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλὰ μείζονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας. ὁ μὲν γὰρ τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως 
<milestone unit="tlnum" n="20"/> ἀκούωσιν ὡς λεγόντων <quote rend="blockquote"><l>ξεῖνʼ,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ξεῖν’</foreign> Homer. <foreign xml:lang="grc">ζ</foreign> 187: <foreign xml:lang="grc">ὧ ξέν’</foreign> </note> ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, </l><l>οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ω</foreign> 402</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-82f" n="82f"/>Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶνος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς 
<milestone unit="tlnum" n="25"/> παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ <pb xml:id="v.1.p.200"/> φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράττεσθαι μὴ βουλόμενον. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὅρα δὴ καὶ τὸ τοῦ Ζήνωνος ὁποῖόν ἐστιν. ἠξίου γὰρ ἀπὸ τῶν ὀνείρων ἕκαστον αὑτοῦ συναισθάνεσθαι 
<milestone unit="tlnum" n="5"/> προκόπτοντος, εἰ μήθʼ ἡδόμενον αἰσχρῷ τινι ἑαυτὸν μήτε τι προσιέμενον ἢ πράττοντα τῶν δεινῶν καὶ ἀτόπων ὁρᾷ κατὰ τοὺς ὕπνους, ἀλλʼ οἷον ἐν βυθῷ γαλήνης ἀκλύστου καταφανεῖ διαλάμπει τῆς ψυχῆς τὸ φανταστικὸν καὶ παθητικὸν διακεχυμένον 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-83a" n="83a"/> ὑπὸ τοῦ λόγου. τοῦτο δὲ καὶ Πλάτων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 571 d</note> ὡς ἔοικε, συνιδὼν πρότερος ἐξεμόρφωσε καὶ διετύπωσε τῆς φύσει τυραννικῆς ψυχῆς τὸ φανταστικὸν καὶ ἄλογον οἷα κατὰ τοὺς ὕπνους δρᾷ. <q>μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι</q> καὶ πρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign> H: <foreign xml:lang="grc">περὶ</foreign> </note> βρώσεις ὁρμᾷ 
<milestone unit="tlnum" n="15"/> παντοδαπάς, παρανομοῦν καὶ χρώμενον ἑαυτοῦ ταῖς ἐπιθυμίαις οἷον λελυμέναις, ἃς μεθʼ ἡμέραν ὁ νόμος αἰσχύνῃ καὶ φόβῳ καθείργνυσιν. ὥσπερ οὖν τὰ πεπαιδευμένα καλῶς τῶν ὑποζυγίων, οὐδʼ ἂν ἀφῇ τὰς ἡνίας ὁ ἄρχων, ἐπιχειρεῖ παρατρέπεσθαι καὶ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-83b" n="83b"/> ἀπολείπειν τὴν ὁδόν, ἀλλʼ ὥσπερ εἴθισται πρόεισιν ἐν τάξει, διαφυλάττοντα τὴν πορείαν ἄπταιστον, οὕτως οἷς ἂν εὐπειθὲς τὸ ἄλογον ἤδη καὶ πρᾶον γεγονὸς ὑπὸ τοῦ λόγου καὶ κεκολασμένον, οὔτε καθʼ ὕπνους οὔθʼ ὑπὸ νόσων ἔτι ῥᾳδίως ἐξυβρίζειν ἢ 
<milestone unit="tlnum" n="25"/> παρανομεῖν ἐθέλει ταῖς ἐπιθυμίαις, ἀλλὰ τηρεῖ καὶ διαμνημονεύει τὸν ἐθισμόν, ἰσχὺν ἐμποιοῦντα τῇ προσοχῇ καὶ τόνον. εἰ γὰρ καὶ τὸ σῶμα τῇ ἀσκήσει τῆς ἀπαθείας ὑπήκοον ἑαυτὸ καὶ τὰ μέρη παρέχειν <pb xml:id="v.1.p.201"/> πέφυκεν, ὡς ὀφθαλμούς τε πρὸς οἶκτον ἴσχεσθαι δακρύων καὶ καρδίαν πηδήματος ἐν φόβοις, αἰδοῖά 
<milestone unit="stephpage" xml:id="stephpage-83c" n="83c"/> τε σωφρόνως ἔχειν ἀτρέμα καὶ μηδὲν ἐνοχλεῖν παρὰ καλοῖς ἢ καλαῖς, πῶς οὐ μᾶλλον εἰκός ἐστι τῆς 
<milestone unit="tlnum" n="5"/> ψυχῆς τοῦ παθητικοῦ τὴν ἄσκησιν ἐπιλαβομένην οἷον ἐκλεαίνειν καὶ συσχηματίζειν τὰ φαντάσματα καὶ τὰ κινήματα μέχρι τῶν ὕπνων πιέζουσαν; οἷα λέγεται καὶ περὶ τοῦ φιλοσόφου Στίλπωνος, ὃς ἰδεῖν ἔδοξε κατὰ τοὺς ὕπνους ὀργιζόμενον αὐτῷ τὸν Ποσειδῶνα 
<milestone unit="tlnum" n="10"/> μὴ θύσαντι βοῦν, ὥσπερ ἔθος ἦν Μεγαρεῦσιν·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Μεγαρεῦσιν</foreign> Hauptius: <foreign xml:lang="grc">ἱερεῦσιν</foreign> </note> αὑτὸν δὲ μηδὲν ἐκπλαγέντα <q>τί λέγεις</q> φάναι <q>ὦ Πόσειδον; ὥσπερ παῖς ἥκεις μεμψιμοιρῶν ὅτι μὴ 
<milestone unit="stephpage" xml:id="stephpage-83d" n="83d"/> δανεισάμενος ἐνέπλησα κνίσης τὴν πόλιν, ἀλλʼ ἀφʼ ὧν εἶχον ἔθυσά σοι μετρίως οἴκοθεν;</q> καὶ μέντοι 
<milestone unit="tlnum" n="15"/> δοκεῖν αὐτῷ τὸν Ποσειδῶνα μειδιάσαντα τὴν δεξιὰν προτεῖναι καὶ εἰπεῖν ὡς ἀφύων φορὰν Μεγαρεῦσι ποιήσει διʼ ἐκεῖνον. οἷς οὖν οὕτως εὐόνειρα καὶ φανὰ καὶ ἄλυπα, φοβερὸν δὲ μηδὲν ἢ τραχὺ μηδὲ κακόηθες ἢ σκολιὸν ἐκ τῶν ὕπνων ἐπαναφέρεται, 
<milestone unit="tlnum" n="20"/> ταῦτα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταῦτα</foreign>] <foreign xml:lang="grc">τούτοις</foreign> H. Malim <foreign xml:lang="grc">τοίτοις ταῦτα</foreign> </note> τῆς προκοπῆς ἀπαυγασμούς τινας εἶναι λέγουσιν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λέγουσιν</foreign>] <foreign xml:lang="grc">λέγομεν</foreign> R</note> οἴστρους δὲ καὶ πτοίας καὶ φυγὰς ἀγεννεῖς καὶ παιδικὰς περιχαρείας καὶ ὀλοφύρσεις ἐνυπνίων οἰκτρῶν καὶ ἀλλοκότων ῥαχίαις τέ τισι καὶ σάλοις ἐοικέναι, ψυχῆς οὔπω τὸ κοσμοῦν ἐχούσης οἰκεῖον, 
<milestone unit="tlnum" n="25"/> ἀλλὰ πλαττομένης ἔτι· δόξαις καὶ νόμοις, ὧν ἀπωτάτω 
<milestone unit="stephpage" xml:id="stephpage-83e" n="83e"/> γιγνομένη κατὰ τοὺς ὕπνους αὖθις ἀναλύεται καὶ ἀνελίττεται τοῖς πάθεσι. ταῦτα μὲν οὖν <pb xml:id="v.1.p.202"/> συνεπισκόπει καὶ αὐτός, εἴτε προκοπῆς ἐστιν εἴτε τινὸς ἕξεως ἤδη βεβαιότητα καὶ κράτος ἐχούσης ἐπὶ τοῖς λόγοις ἀσάλευτον. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ἐπεὶ δʼ ἡ παντελὴς ἀπάθεια μέγα καὶ θεῖον, 
<milestone unit="tlnum" n="5"/> ἡ προκοπὴ δʼ ὡς λέγουσιν ἔοικεν ἐνδόσει τινὶ παθῶν καὶ πραότητι, δεῖ καὶ πρὸς αὐτὰ καὶ πρὸς ἄλληλα τὰ πάθη σκοποῦντας κρίνειν τὰς διαφοράς· πρὸς αὐτὰ μέν, εἰ νῦν ἐπιθυμίαις τε χρώμεθα μαλακωτέραις 
<milestone unit="stephpage" xml:id="stephpage-83f" n="83f"/> τῶν πάλαι καὶ φόβοις καὶ ὀργαῖς, ταχὺ 
<milestone unit="tlnum" n="10"/> τῷ λόγῳ τὸ ἐξάπτον αὐτῶν καὶ φλεγμαῖνον ἀφαιροῦντες πρὸς ἄλληλα δέ, εἰ μᾶλλον αἰσχυνόμεθα νῦν ἢ φοβούμεθα καὶ ζηλοῦμεν μᾶλλον ἢ φθονοῦμεν καὶ φιλοδοξοῦμεν ἢ φιλοχρηματοῦμεν, καὶ ὅλως εἰ Δωρίοις μᾶλλον ἢ Λυδίοις ὥσπερ οἱ μελῳδοῦντες 
<milestone unit="tlnum" n="15"/> ὑπερβολαῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπερβολαῖς</foreign>] <foreign xml:lang="grc">ὑπερβολαῖς καὶ ἐλλείψεσιν</foreign> W</note> ἁμαρτάνομεν, σκληρότεροι περὶ τὴν δίαιταν ὄντες ἢ μαλακώτεροι, καὶ βραδύτεροι περὶ τὰς πράξεις ἢ προπετέστεροι, καὶ θαυμασταὶ παρʼ ὃ δεῖ 
<milestone unit="stephpage" xml:id="stephpage-84a" n="84a"/> λόγων καὶ ἀνθρώπων ἢ καταφρονηταί. καθάπερ γὰρ αἱ τῶν νόσων εἰς τὰ μὴ κύρια μέρη τοῦ σώματος 
<milestone unit="tlnum" n="20"/> ἐκτροπαὶ σημεῖόν εἰσιν οὐ φαῦλον, οὕτως ἡ κακία τῶν προκοπτόντων ἔοικεν εἰς ἐπιεικέστερα πάθη μεθισταμένη κατὰ μικρὸν  ἐξαλείφεσθαι. Φρῦνιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Φρῦνιν</foreign> W: <foreign xml:lang="grc">Φρύννιν</foreign> </note> μὲν γὰρ οἱ ἔφοροι ταῖς ἑπτὰ χορδαῖς δύο παρεντεινάμενον ἠρώτων πότερον τὰς ἄνωθεν ἢ τὰς 
<milestone unit="tlnum" n="25"/> κάτωθεν ἐκτεμεῖν αὐτοῖς ἐθέλει παρασχεῖν ἡμῶν δὲ δεῖται μέν πως τὰ ἄνω καὶ τὰ κάτω περικοπῆς, εἰ μέλλομεν εἰς τὸ μέσον καθίστασθαι καὶ μέτριον ἡ <pb xml:id="v.1.p.203"/> δὲ προκοπὴ τὰς ὑπερβολὰς πρότερον καὶ τὰς ὀξύτητας τῶν παθῶν ἀνίησι 
<milestone unit="stephpage" xml:id="stephpage-84b" n="84b"/> <quote rend="blockquote"><l> πρὸς ἅσπερ οἱ μαργῶντες ἐντονώτατοι </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 248</note></quote> κατὰ Σοφοκλέα. 
<milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">καὶ μὴν ὅτι τὸ τὰς κρίσεις ἐπὶ τὰ ἔργα μετάγειν καὶ τοὺς λόγους μὴ λόγους ἐᾶν ἀλλὰ πράξεις ποιεῖν μάλιστα τῆς προκοπῆς ἴδιόν ἐστιν εἴρηται. δήλωμα δʼ αὐτοῦ πρῶτον μὲν ὁ πρὸς τὰ ἐπαινούμενα ζῆλος καὶ τὸ ποιεῖν εἶναι προθύμους ἃ θαυμάζομεν, 
<milestone unit="tlnum" n="10"/> ἃ δὲ ψέγομεν μὴ ἐθέλειν μηδʼ ὑπομένειν. ἐπεὶ πάντας μὲν Ἀθηναίους εἰκὸς ἦν ἐπαινεῖν τὴν Μιλτιάδου τόλμαν καὶ ἀνδρείαν, Θεμιστοκλῆς δʼ εἰπὼν ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν ἀλλʼ ἐκ τῶν 
<milestone unit="stephpage" xml:id="stephpage-84c" n="84c"/> ὕπνων ἀνίστησι τὸ Μιλτιάδου τρόπαιον, οὐκ ἐπαινῶν 
<milestone unit="tlnum" n="15"/> μόνον οὐδὲ θαυμάζων καταφανὴς ἦν εὐθὺς ἀλλὰ καὶ ζηλῶν καὶ μιμούμενος. σμικρὸν οὖν οἴεσθαι χρὴ προκόπτειν, ἄχρι οὗ τὸ θαυμάζειν τοὺς κατορθοῦντας ἀργὸν ἔχομεν καὶ ἀκίνητον ἐξ ἑαυτοῦ πρὸς μίμησιν. οὔτε γὰρ ἔρως σώματος ἐνεργός, εἰ μὴ μετὰ 
<milestone unit="tlnum" n="20"/> ζηλοτυπίας ἔνεστιν, οὔτʼ ἔπαινος ἀρετῆς διάπυρος καὶ δραστήριος ὁ μὴ νύττων μηδὲ κεντρίζων μηδὲ ποιῶν ἀντὶ φθόνου ζῆλον ἐπὶ τοῖς καλοῖς, ἀναπληρώσεως ὀρεγόμενον. οὐ γὰρ ὑπὸ τῶν λόγων δεῖ τοῦ φιλοσοφοῦντος 
<milestone unit="stephpage" xml:id="stephpage-84d" n="84d"/> μόνον ὥσπερ Ἀλκιβιάδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλχιβιάδης</foreign>] Plat. Conv. p. 25 e</note> ἔλεγε τὴν καρδίαν 
<milestone unit="tlnum" n="25"/> στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλʼ ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα <pb xml:id="v.1.p.204"/> τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ διʼ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός τʼ ἐστι κατὰ Σιμωνίδην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] Bergk. 2 p. 445</note> <quote rend="blockquote"><l>ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν, </l></quote> 
<milestone unit="tlnum" n="5"/> τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος. καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζηλοῦμεν 
<milestone unit="stephpage" xml:id="stephpage-84e" n="84e"/> τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετʼ εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης ἐξομοιοῦσθαι. φιλονεικία δʼ ὅτῳ καὶ φθόνος ἐνέστακται 
<milestone unit="tlnum" n="10"/> πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Legg. p. 711 e</note> μακάριον μὲν 
<milestone unit="tlnum" n="15"/> αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, <q>μακάριον δὲ τὸν ξυνήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων,</q> ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-84f" n="84f"/> πρόθυμοι , τότε χρὴ νομίζειν ἀληθῶς προκόπτειν. ἔτι δὲ μᾶλλον, ἂν μὴ μόνον εὐημεροῦντας τοὺς ἀγαθοὺς θαυμάζωμεν, ἀλλʼ ὥσπερ οἱ ἐρῶντες καὶ τραυλότητας ἀσπάζονται τῶν ἐν ὥρᾳ καὶ ὠχρότητας, τῆς δὲ Πανθείας καὶ δάκρυα καὶ κατήφεια πενθούσης 
<milestone unit="tlnum" n="25"/> ἄρα καὶ κεκακωμένης ἐξέπληξε τὸν Ἀράσπην, οὕτως ἡμεῖς μήτε φυγὴν Ἀριστείδου μήτε εἱργμὸν Ἀναξαγόρου μήτε πενίαν Σωκράτους ἢ Φωκίωνος <pb xml:id="v.1.p.205"/> καταδίκην ὑποδειμαίνωμεν, ἀλλὰ καὶ μετὰ τούτων ἀξιέραστον ἡγούμενοι τὴν ἀρετὴν ὁμόσε χωρῶμεν αὐτῇ , τὸ Εὐριπίδειον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὑριπίδειον</foreign>] Nauck. p. 953</note> ἐφʼ ἑκάστῳ φθεγγόμενοι 
<milestone unit="stephpage" xml:id="stephpage-85a" n="85a"/> <quote rend="blockquote"><l>φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν </l></quote> 
<milestone unit="tlnum" n="5"/> τὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσχεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν. ἤδη δὲ τοῖς τοιούτοις παρέπεται τὸ βαδίζοντας ἐπὶ πράξεις τινὰς ἢ λαβόντας ἀρχὴν ἢ χρησαμένους<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χρησαμένους</foreign> scripsi: <foreign xml:lang="grc">χρησαμένοις</foreign> </note> τύχῃ 
<milestone unit="tlnum" n="10"/> τίθεσθαι πρὸ ὀφθαλμῶν τοὺς ὄντας ἀγαθοὺς ἢ γενομένους, καὶ διανοεῖσθαι <q>τί δʼ ἂν ἔπραξεν ἐν τούτῳ Πλάτων, τί δʼ ἂν εἶπεν Ἐπαμεινώνδας, ποῖος 
<milestone unit="stephpage" xml:id="stephpage-85b" n="85b"/> δʼ ἂν ὤφθη Λυκοῦργος ἢ Ἀγησίλαος,</q> οἷον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἷον</foreign> Schaeferus: <foreign xml:lang="grc">οἷον τι</foreign> </note> πρὸς ἔσοπτρα κοσμοῦντας ἑαυτοὺς καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> Emperius: <foreign xml:lang="grc">ἢ</foreign> </note> μεταρρυθμίζοντας 
<milestone unit="tlnum" n="15"/> ἢ φωνῆς ἀγεννεστέρας αὑτῶν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign> W: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἐπιλαμβανομένους ἢ πρός τι πάθος ἀντιβαίνοντας. οἱ μὲν γὰρ ἐκμεμαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα δακτύλων χρῶνται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον· ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν 
<milestone unit="tlnum" n="20"/> ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμβάνουσα τοὺς προκόπτοντας ἐν πᾶσι πάθεσι καὶ ἀπορίαις ἁπάσαις, ὀρθούς τε καὶ ἀπτῶτας διαφυλάσσει. ὅθεν ἔστω σοι καὶ τοῦτο σημεῖον τοῦ πρὸς ἀρετὴν ἐπιδιδόντος. 
<milestone unit="tlnum" n="25"/> </p></div></div></body></text></TEI>