<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg071.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-75b" n="75b"/> τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλʼ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περιτιθεμένη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">περιτιθεμένη</foreign> Emperius: <foreign xml:lang="grc">περιθεμένη</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 247</note></quote> οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλʼ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης , οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα 
<milestone unit="tlnum" n="10"/> ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν 
<milestone unit="stephpage" xml:id="stephpage-75c" n="75c"/> παρέχοι διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώματος. ἀλλʼ ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν 
<milestone unit="tlnum" n="15"/> προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν <pb xml:id="v.1.p.182"/> ἡ ψυχὴ μεθίησι μηδʼ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον 
<milestone unit="stephpage" xml:id="stephpage-75d" n="75d"/> ἀκράτῳ τῷ κακῷ χρῆται. καὶ γὰρ ἀκαρὲς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀκαρὲς</foreign> scripsi: <foreign xml:lang="grc">ἀκαρῆ</foreign> vel <foreign xml:lang="grc">ἀκαρεὶ</foreign> </note> χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ 
<milestone unit="tlnum" n="5"/> ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδʼ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε. καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας 
<milestone unit="tlnum" n="10"/> αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλʼ ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν. εἰ 
<milestone unit="tlnum" n="15"/> δὲ γʼ εἴη<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἴη</foreign> H: <foreign xml:lang="grc">γε ἧν</foreign> </note> τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, 
<milestone unit="stephpage" xml:id="stephpage-75e" n="75e"/> ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καταδαρθόντα</foreign> W: <foreign xml:lang="grc">καταδαρθέντα</foreign> </note> φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας 
<milestone unit="tlnum" n="20"/> καὶ ἀπάτας <quote rend="blockquote"><l> ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Iph. T. 569</note></quote> τίς ἂν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign> Emperius</note> ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν; ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς, 
<milestone unit="tlnum" n="25"/> γενόμενος κατʼ εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-75f" n="75f"/> ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς <pb xml:id="v.1.p.183"/> ἀποτελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἀλλʼ ὀρθῶς μὲν εἴρηται τὸ <quote rend="blockquote"><l> πρὸς στάθμῃ 
<milestone unit="tlnum" n="5"/> </l><l>πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 697. Bergk. 3 p. 740</note></quote> οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ τῆς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-76a" n="76a"/> εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφʼ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ μὴ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> W</note> πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπʼ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις 
<milestone unit="tlnum" n="15"/> τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας. οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν Βρασίδου 
<milestone unit="stephpage" xml:id="stephpage-76b" n="76b"/> τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδʼ ὁτιοῦν 
<milestone unit="tlnum" n="20"/> τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δʼ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ἡμεῖς δὲ παντὶ γένει κακοῦ, μάλιστα δὲ τῷ 
<milestone unit="tlnum" n="25"/> περὶ ψυχὴν ἀτάκτῳ καὶ ἀορίστῳ τὸ μᾶλλον καὶ ἧττον προσγιγνόμενον ὁρῶντες καὶ διαφέρουσιν αἱ προκοπαί, καθάπερ σκιᾶς ἀνέσει τῆς μοχθηρίας τοῦ λόγου διαφωτίζοντος ἀτρέμα τὴν ψυχὴν καὶ <pb xml:id="v.1.p.184"/> διακαθαίροντος οὐκ ἄλογον οἰόμεθα τὴν συναίσθησιν εἶναι τῆς μεταβολῆς ὥσπερ ἐκ βυθοῦ τινὸς ἀναφερομένοις, 
<milestone unit="stephpage" xml:id="stephpage-76c" n="76c"/> ἀλλʼ ἔχουσαν ἐπιλογισμούς. ὧν σκόπει τὸν πρῶτον εὐθύς. εἰ καθάπερ οἱ πρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> H</note> ἀχανὲς 
<milestone unit="tlnum" n="5"/> θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον, ὅσον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅσον</foreign> Meziriacus: <foreign xml:lang="grc">ὡς</foreign> </note> εἰκὸς ἐν τοσούτῳ γεγονέναι ὑπὸ τοσαύτης κομιζομένοις δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ 
<milestone unit="tlnum" n="10"/> πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτʼ αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆς. τὸ γάρ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 361</note><l> καὶ θαμὰ τοῦτʼ ἔρδοις </l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-76d" n="76d"/> οὐ πρὸς ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶς, ἀλλʼ εἰς ἅπαντα ποιεῖ, μάλιστα δʼ εἰς ἀρετῆς ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθος τοῦ λόγου προσλαμβάνοντος· 
<milestone unit="tlnum" n="20"/> αἱ δʼ ἀνωμαλίαι καὶ ἀμβλύτητες τῶν φιλοσοφούντων οὐ μόνας ποιοῦσιν ἐποχὰς ὥσπερ ἐν ὁδῷ τῆς προκοπῆς, ἀλλὰ καὶ ἀναλύσεις, ἀεὶ τῷ παρείκοντι κατὰ σχολὴν τῆς κακίας ἐπιτιθεμένης καὶ πρὸς τοὐναντίον ἀνθυποφερούσης. Τοὺς μὲν γὰρ πλάνητας 
<milestone unit="tlnum" n="25"/> οἱ μαθηματικοὶ στηρίζειν λέγουσι παυσαμένης τῆς εἰς τοὔμπροσθεν αὐτῶν πορείας, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσης διάλειμμα προκοπῆς οὐδὲ <pb xml:id="v.1.p.185"/> 
<milestone unit="stephpage" xml:id="stephpage-76e" n="76e"/> στηριγμός, ἀλλʼ ἀεί τινας ἔχουσα κινήσεις ἡ φύσις ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖς βελτίοσιν, ἢ ταῖς ἐναντίαις πρὸς τὸ χεῖρον οἴχεται φερομένη. ἂν οὖν κατὰ τὸν δοθέντα χρησμὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χρησμὸν</foreign>] add. <foreign xml:lang="grc">Ἀμφικτύοσιν</foreign> H</note> 
<milestone unit="tlnum" n="5"/> ὑπὸ τοῦ θεοῦ <q>Κιρραίοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπὸ τοῦ θεοῦ Κιρραίοις</foreign> Boissonadius: <foreign xml:lang="grc">Κιρραίοις ὑπὸ τοῦ θεοῦ</foreign> </note> πάντʼ ἤματα καὶ πάσας νύκτας πολεμεῖν</q> οὕτω συνίδῃς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνίδης</foreign> R: <foreign xml:lang="grc">συνειδῇς</foreign> </note> σεαυτὸν ἡμέρας τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκις γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνεχῶς</foreign>] <foreign xml:lang="grc">συχνῶς</foreign> Emperius. Sed cf. lin. 17 et 26</note> παρʼ αὐτῆς οἱονεὶ κήρυκας ἡδονάς τινας ἢ ῥᾳστώνας 
<milestone unit="tlnum" n="10"/> ἢ ἀσχολίας ἐπὶ σπονδαῖς προσδεδεγμένον, εἰκότως ἂν εὐθαρσὴς καὶ πρόθυμος βαδίζοις ἐπὶ τὸ λειπόμενον. 
<milestone unit="stephpage" xml:id="stephpage-76f" n="76f"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">οὐ μὴν ἀλλὰ κἂν διαλείμματα γιγνόμενα τοῦ φιλοσοφεῖν, τὰ δʼ ὕστερα τῶν πρότερον ἑδραιότερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκθλιβομένης 
<milestone unit="tlnum" n="15"/> πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας· τὸ δʼ ἐναντίον πονηρόν, αἱ μετʼ οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπομαραινομένης. ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις, 
<milestone unit="stephpage" xml:id="stephpage-77a" n="77a"/> ὁρμὴν ἔχουσα πλείστην ἀπʼ ἀρχῆς εἰς μῆκος ὁμαλὸν 
<milestone unit="tlnum" n="20"/> καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθʼ οἷον ὑπʼ ἄσθματος ἄνω διʼ ἀσθένειαν ἀπαγορεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, 
<milestone unit="tlnum" n="25"/> οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρήσαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ <pb xml:id="v.1.p.186"/> προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μηδενὸς 
   <milestone unit="stephpage" xml:id="stephpage-77b" n="77b"/> διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν. <q>τῷ δʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ δ’</foreign>] Homer. T 386</note> αὖτε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὑτε</foreign> H: <foreign xml:lang="grc">αὖτε</foreign> </note> πτερὰ γίγνετο</q> διʼ ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι 
<milestone unit="tlnum" n="5"/> τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως. καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι τοῦτο γὰρ κοινόν ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν 
<milestone unit="tlnum" n="10"/> ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δʼ ἀπέλθωσιν ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν, ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν. 
<milestone unit="stephpage" xml:id="stephpage-77c" n="77c"/> <quote rend="blockquote"><l>ὅτῳ δʼ ἔρωτος δῆγμα παιδικῶν</l></quote> 
<milestone unit="tlnum" n="15"/> πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δʼ ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημονοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχολίαις, μνήμῃ δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται 
<milestone unit="tlnum" n="20"/> πόθῳ τῷ πρὸς φιλοσοφίαν. οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀποστάντας δὲ μὴ ζητεῖν μηδʼ ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε 
<milestone unit="tlnum" n="25"/> γάμος ἄν τε πλοῦτος ἄν τε φιλία<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φιλία</foreign>] sanum est</note> τις ἄν τε στρατεία 
<milestone unit="stephpage" xml:id="stephpage-77d" n="77d"/> προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν. ὅσῳ γὰρ <pb xml:id="v.1.p.187"/> πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, τοσούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">τούτῳ δʼ ὁμοῦ τι ταὐτόν ἐστιν ἢ σύνεγγυς τὸ πρεσβύτατον δήλωμα προκοπῆς τοῦ Ἡσιόδου,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] OD 289</note> 
<milestone unit="tlnum" n="5"/> μηκέτι προσάντη μηδʼ ὄρθιον ἄγαν ἀλλὰ ῥᾳδίαν καὶ λείαν καὶ διʼ εὐπετείας εἶναι τὴν ὁδόν, οἷον ἐκλεαινομένην τῇ ἀσκήσει καὶ φῶς ἐν τῷ φιλοσοφεῖν καὶ λαμπρότητα ποιοῦσαν ἐξ ἀπορίας καὶ πλάνης καὶ μεταμελειῶν, αἷς προστυγχάνουσιν οἱ φιλοσοφοῦντες 
<milestone unit="tlnum" n="10"/> τὸ πρῶτον, ὥσπερ οἱ γῆν ἀπολιπόντες 
<milestone unit="stephpage" xml:id="stephpage-77e" n="77e"/> ἣν ἴσασι, μηδέπω δὲ καθορῶντες ἐφʼ ἣν πλέουσι. προέμενοι γὰρ τὰ κοινὰ καὶ συνήθη πρὶν ἢ τὰ βελτίονα γνῶναι καὶ λαβεῖν, ἐν μέσῳ περιφέρονται πολλάκις ὑποτρεπόμενοι. καθάπερ φασὶ Σέξτιον τὸν 
<milestone unit="tlnum" n="15"/>Ῥωμαῖον ἀφεικότα τὰς ἐν τῇ πόλει τιμὰς καὶ ἀρχὰς διὰ φιλοσοφίαν, ἐν δὲ τῷ φιλοσοφεῖν αὖ πάλιν δυσπαθοῦντα καὶ χρώμενον τῷ λόγῳ χαλεπῷ τὸ πρῶτον, ὀλίγου δεῆσαι καταβαλεῖν ἑαυτὸν ἔκ τινος διήρους. καὶ περὶ Διογένους ὅμοια τοῦ Σινωπέως 
<milestone unit="tlnum" n="20"/> ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἦν ἑορτὴ καὶ δεῖπνα δημοτελῆ καὶ θέατρα, καὶ συνουσίας 
<milestone unit="stephpage" xml:id="stephpage-77f" n="77f"/> μετʼ ἀλλήλων ἔχοντες ἐχρῶντο κώμοις καὶ παννυχίσιν, ὁ δʼ ἔν τινι γωνίᾳ συνεσπειραμένος ὡς καθευδήσων ἐνέπιπτεν εἰς λογισμοὺς τρέποντας 
<milestone unit="tlnum" n="25"/> αὐτὸν οὐκ ἀτρέμα καὶ θραύοντας, ὡς ἀπʼ οὐδεμιᾶς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἥκων βίον αὐτὸς ὑφʼ ἑαυτοῦ κάθηται τῶν ἀγαθῶν ἁπάντων ἐστερημένος. εἶτα μέντοι μῦν τινα προσερπύσαντα <pb xml:id="v.1.p.188"/> λέγεται περὶ τὰς ψίχας αὐτοῦ τῆς ἀναστρέφεσθαι, τὸν δʼ, αὖθις ἀναφέρειν τῷ φρονήματι καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-78a" n="78a"/> λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα <q>τί φῄς, ὦ Διόγενες; τοῦτον μὲν εὐωχεῖ τὰ σὰ 
<milestone unit="tlnum" n="5"/> λείμματα, σὺ δʼ ὁ γενναῖος ὅτι μὴ μεθύεις ἐκεῖ κατακείμενος ἐν ἁπαλοῖς καὶ ἀνθίνοις στρώμασιν καὶ θρηνεῖς σεαυτόν;</q> ὅταν οὖν οἱ τοιοῦτοι κατασπασμοὶ γένωνται μὴ πολλάκις, αἵ τε πρὸς αὐτοὺς ἐξερείσεις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐξερείσεις</foreign> H: <foreign xml:lang="grc">ἐξαιρήσεις</foreign> </note> καὶ ἀνακρούσεις τοῦ φρονήματος 
<milestone unit="tlnum" n="10"/> ὥσπερ ἐκ τροπῆς ταχεῖαι παρῶσι καὶ διαλύωσι ῥᾳδίως τὸν ἄλυν καὶ τὴν ἀδημονίαν, ἔν τινι βεβαίῳ τὴν προκοπὴν εἶναι δεῖ νομίζειν. </p></div></div></body></text></TEI>