τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν ἂν. δʼ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον ἑτερον ] del. Hirschigius εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, πάλαι γʼ ἐχρῆν φησὶ θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον ἀλλοῖός μοι, ξεῖνε, φάνης ξεῖνε φάνης Homerus π 181: ξεῖν’ ἐφάνης νέον ἠὲ πάροιθεν οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν· ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; ὁ μὲν ὁ μὲν ] ὁ μὲν γὰρ ? ἀληθὴς φίλος οὔτε μιμητής ἐστι πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων· οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ κατὰ τὸν Σοφοκλέα, Σοφοκλέα ] Antig. 533 καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζωγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν, ἀναφαίνουσιν H malim εἶναι τὸ αἰσχρὸν οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες ζηλοῦντες R: ζητοῦντες καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν ὑποτύφλοις ἢ ὑποκώφοις συνῶσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ· κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ μᾶλλον ἢ τῷ κόλακι προσήκειν γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων Meinek. II p. 489. Bergk. 3 p. 669 ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι τῶν περὶ τάγηνον καὶ μετʼ μετ’ ] παρʼ Herwerden. ἄριστον φίλων, Meinek. II p. 489 ὡς Εὔπολίς φησιν.