εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, Nauck. p. 696 παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον μετερώμενον Lobeckius: μεταιρόμενον ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι Eur. Hipp. 218 βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος, καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε εἴ τε H: εἰτε ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς , Homer. Χ 1 ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, καὶ τὰ τῶν δημαγωγῶν ] del. H. τῶν δημαγωγῶν Sauppius. Mihi sana videntur ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα.