<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-51e" n="51e"/> μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ <pb xml:id="v.1.p.125"/> αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται <quote rend="blockquote"><l> γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 696</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, </l><l>νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ </l><l>ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ</l></quote> εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-51f" n="51f"/> πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς 
<milestone unit="tlnum" n="15"/> γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος 
<milestone unit="stephpage" xml:id="stephpage-52a" n="52a"/> ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν 
<milestone unit="tlnum" n="20"/> ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς 
<milestone unit="tlnum" n="25"/> αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε <pb xml:id="v.1.p.126"/> δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ 
<milestone unit="stephpage" xml:id="stephpage-52b" n="52b"/> βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ 
<milestone unit="tlnum" n="5"/> ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετερώμενον</foreign> Lobeckius: <foreign xml:lang="grc">μεταιρόμενον</foreign> </note> ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ 
<milestone unit="tlnum" n="10"/> παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται 
<milestone unit="stephpage" xml:id="stephpage-52c" n="52c"/> <quote rend="blockquote"><l>πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Hipp. 218</note> </l><milestone unit="tlnum" n="15"/><l>βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος,</l></quote> καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ 
<milestone unit="tlnum" n="20"/> χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἴ τε</foreign> H: <foreign xml:lang="grc">εἰτε</foreign> </note> ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, <quote rend="blockquote"><l>αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς ,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Χ</foreign> 1</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-52d" n="52d"/> ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς <pb xml:id="v.1.p.127"/> φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε 
<milestone unit="tlnum" n="5"/>Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν 
<milestone unit="stephpage" xml:id="stephpage-52e" n="52e"/> ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων 
<milestone unit="tlnum" n="10"/> ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τὰ τῶν δημαγωγῶν</foreign>] del. H. <foreign xml:lang="grc">τῶν δημαγωγῶν</foreign> Sauppius. Mihi sana videntur</note> ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ 
<milestone unit="tlnum" n="15"/> πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν 
<milestone unit="stephpage" xml:id="stephpage-52f" n="52f"/> ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος 
<milestone unit="tlnum" n="20"/> αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα. 
<milestone unit="tlnum" n="25"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, <pb xml:id="v.1.p.128"/> οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς 
<milestone unit="stephpage" xml:id="stephpage-53a" n="53a"/> ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, 
<milestone unit="tlnum" n="5"/> ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν <q>βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν</q> ἂν. δʼ αὖ πάλιν ἐπαινῇς 
<milestone unit="tlnum" n="10"/> μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν 
<milestone unit="stephpage" xml:id="stephpage-53b" n="53b"/> δὲ βίον ἀλλακτέον ἕτερον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑτερον</foreign>] del. Hirschigius</note> εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, <q>πάλαι γʼ ἐχρῆν</q> φησὶ <q>θορύβων ἡμᾶς ἀπηλλάχθαι 
   <milestone unit="tlnum" n="15"/> καὶ φθόνων</q> ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν <q>ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν</q> εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον <quote rend="blockquote"><l>ἀλλοῖός μοι, ξεῖνε, φάνης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ξεῖνε φάνης</foreign> Homerus <foreign xml:lang="grc">π</foreign> 181: <foreign xml:lang="grc">ξεῖν’ ἐφάνης</foreign> </note> νέον ἠὲ πάροιθεν</l></quote> 
<milestone unit="tlnum" n="20"/> οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν· 
<milestone unit="stephpage" xml:id="stephpage-53c" n="53c"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"> ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν 
<milestone unit="tlnum" n="25"/> διαφοράν; ὁ μὲν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ μὲν</foreign>] <foreign xml:lang="grc">ὁ μὲν γὰρ</foreign>?</note> ἀληθὴς φίλος οὔτε μιμητής ἐστι πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων· <pb xml:id="v.1.p.129"/> <quote rend="blockquote"><l>οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ</l></quote> κατὰ τὸν Σοφοκλέα,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] Antig. 533</note> καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις 
<milestone unit="tlnum" n="5"/> ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, 
<milestone unit="stephpage" xml:id="stephpage-53d" n="53d"/>Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου 
<milestone unit="tlnum" n="10"/> καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, 
<milestone unit="tlnum" n="15"/> καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζωγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀναφαίνουσιν</foreign> H malim <foreign xml:lang="grc">εἶναι τὸ αἰσχρὸν</foreign> </note> 
<milestone unit="stephpage" xml:id="stephpage-53e" n="53e"/> 
<milestone unit="tlnum" n="20"/> οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. 
<milestone unit="tlnum" n="25"/> ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ζηλοῦντες</foreign> R: <foreign xml:lang="grc">ζητοῦντες</foreign> </note> καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ <pb xml:id="v.1.p.130"/> Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-53f" n="53f"/> τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν ὑποτύφλοις ἢ 
<milestone unit="tlnum" n="10"/> ὑποκώφοις συνῶσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν 
<milestone unit="stephpage" xml:id="stephpage-54a" n="54a"/> ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων 
<milestone unit="tlnum" n="15"/> τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες 
<milestone unit="tlnum" n="20"/> ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ· 
<milestone unit="tlnum" n="25"/> 
      <milestone unit="stephpage" xml:id="stephpage-54b" n="54b"/> κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ μᾶλλον ἢ τῷ κόλακι προσήκειν <pb xml:id="v.1.p.131"/> <quote rend="blockquote"><l> γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. II p. 489. Bergk. 3 p. 669</note><l>ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον</l></quote> παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι <quote rend="blockquote"><l> τῶν περὶ τάγηνον καὶ μετʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μετ’</foreign>] <foreign xml:lang="grc">παρʼ</foreign> Herwerden.</note> ἄριστον φίλων,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. II p. 489</note></quote> 
<milestone unit="tlnum" n="5"/> ὡς Εὔπολίς φησιν. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν 
<milestone unit="stephpage" xml:id="stephpage-54c" n="54c"/> τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει 
<milestone unit="tlnum" n="10"/> τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν 
<milestone unit="tlnum" n="15"/> ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· 
   <milestone unit="tlnum" n="20"/> ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. <q>ἀκαίρως </q>
<milestone unit="stephpage" xml:id="stephpage-54d" n="54d"/> φησὶν <q>ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος.</q> ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, <q>ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον 
   <milestone unit="tlnum" n="25"/> τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω, <quote rend="blockquote"><l> βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 736</note></quote></q> <pb xml:id="v.1.p.132"/> ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον. 
<milestone unit="tlnum" n="5"/> </p></div></div></body></text></TEI>