εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, Nauck. p. 696 παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον μετερώμενον Lobeckius: μεταιρόμενον ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι Eur. Hipp. 218 βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος, καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε εἴ τε H: εἰτε ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς , Homer. Χ 1 ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, καὶ τὰ τῶν δημαγωγῶν ] del. H. τῶν δημαγωγῶν Sauppius. Mihi sana videntur ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα. τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν ἂν. δʼ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον ἑτερον ] del. Hirschigius εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, πάλαι γʼ ἐχρῆν φησὶ θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον ἀλλοῖός μοι, ξεῖνε, φάνης ξεῖνε φάνης Homerus π 181: ξεῖνʼ ἐφάνης νέον ἠὲ πάροιθεν οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν· ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; ὁ μὲν ὁ μὲν ] ὁ μὲν γὰρ ? ἀληθὴς φίλος οὔτε μιμητής ἐστι πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων· οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ κατὰ τὸν Σοφοκλέα, Σοφοκλέα ] Antig. 533 καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζωγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν, ἀναφαίνουσιν H malim εἶναι τὸ αἰσχρὸν οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες ζηλοῦντες R: ζητοῦντες καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν ὑποτύφλοις ἢ ὑποκώφοις συνῶσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ· κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ μᾶλλον ἢ τῷ κόλακι προσήκειν γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων Meinek. II p. 489. Bergk. 3 p. 669 ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι τῶν περὶ τάγηνον καὶ μετʼ μετʼ ] παρʼ Herwerden. ἄριστον φίλων, Meinek. II p. 489 ὡς Εὔπολίς φησιν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. ἀκαίρως φησὶν ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος. ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω, βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός. Bergk. 3 p. 736 ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον.