<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ 
<milestone unit="tlnum" n="15"/> γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ 
<milestone unit="stephpage" xml:id="stephpage-72f" n="72f"/> φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ 
<milestone unit="tlnum" n="20"/> τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ 
<milestone unit="tlnum" n="25"/> χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς. 
<milestone unit="stephpage" xml:id="stephpage-73a" n="73a"/> </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] II 64</note> φησὶν <q>ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς <pb xml:id="v.1.p.176"/> βουλεύεται·</q> τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται 
<milestone unit="tlnum" n="5"/> τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-73b" n="73b"/> πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται 
<milestone unit="tlnum" n="10"/> τὸ συνεχὲς καὶ φιλαίτιον·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ φιλαίτιον</foreign>] <foreign xml:lang="grc">τοῦ φιλαιτίου</foreign> R</note> ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον 
<milestone unit="tlnum" n="15"/> <q>οὐκ ἔστι σοι</q> εἶπεν <q>ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος.</q> οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα <q>τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν 
<milestone unit="tlnum" n="20"/> ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν 
<milestone unit="stephpage" xml:id="stephpage-73c" n="73c"/> ἄνθρωπός ἐστιν</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐστιν</foreign>] <foreign xml:lang="grc">ἔσται</foreign> H</note> ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν 
<milestone unit="tlnum" n="25"/> οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος. </p></div></div></body></text></TEI>