ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι τὸν κηδόμενον φίλων φιλων R: φίλον ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, πάνυ μὲν οὖν ἔφη κατάσκοπος ὦ Φίλιππε τῆς τῆς add. H ἀβουλίας σου καὶ τῆς ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον· ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, αὑτῷ scripsi : αὐτῷ ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν, προσειπεῖν] προφέρειν R. Malim προσεπειπεῖν ἂν ἀφῇς ταῦτα καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,