ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου Homer. Ξ 84 σημαίνειν εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι id. Λ 652. N 775 παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς id. Π 33 οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ δὴ καὶ ] δὴ φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις ὑποψίαις Graeco-Latina a. 1624: ὑπεροψίαις καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθʼ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. εἴ τινα αἴσθοιο, Διονύσιε, δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα; πολλοῦ δέω εἶπεν ὁ Διονύσιος ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν εἰ τοίνυν εἶπεν ὁ Πλάτων ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως; ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, Αἰσχίνης εἶπεν ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν οἷς συνείη· συνείη ] ἂν συνῂ πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι. δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ πάνυ ] πάντα R διαφθείρει καὶ ἀπόλλυσιν. ὅθεν ὁ μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδʼ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν μὴ γένοιτό σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ σὺ ταῦτα H ex p. 634 d βέλτιον εἰδῇς. Ἐπίχαρμος δʼ οὐκ ὀρθῶς, τοῦ Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθʼ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, ἀλλὰ πρῴην ἔφη θύων τοὺς φίλους οὐκ ἐκάλεσας κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως οὔσης καὶ λόγου ποῖος χαλκὸς ἄριστος , ἐκεῖνος εἶπεν, ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας. οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλʼ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης ἀκρασίας μετʼ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδʼ ἡντινοῦν σπουδὴν ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν Homer. B 215 αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ αὐστρηρῶς H καὶ πολιτικὰ πολιτικὰ ] πληκτικῶς H πεποίητο· ἐπεποίητο H συμμεμιγμένον δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δʼ ὑπὲρ μειζόνων, καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ Λυαίῳ W: Λυδίῳ θεῷ καὶ λύοντι τὸ τῶν δυσφόρων δυσφόρων ] δυσφρόνων Nauck. σκύνιον σκύνιον idem: σχοινίον μεριμνᾶν μεριμνᾶν idem: μεριμνῶν κατὰ Πίνδαρον. Πίνδαρον ] Bergk. 1 p. 460 ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλʼ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.