<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ 
<milestone unit="tlnum" n="5"/> βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, 
<milestone unit="stephpage" xml:id="stephpage-58f" n="58f"/> καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θέοντος</foreign> H</note> ὥσπερ Κρίσων ὁ Ἱμεραῖος 
<milestone unit="tlnum" n="10"/> ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν 
<milestone unit="tlnum" n="15"/> καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους 
<milestone unit="stephpage" xml:id="stephpage-59a" n="59a"/> ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος <q>εἰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign>] <foreign xml:lang="grc">εἴ τις</foreign> Meziriacus</note> τὸν ἀγρὸν ἔμελλεν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔμελλεν ὁ</foreign>?</note> ἐγκωμιάζων εὔφορον 
<milestone unit="tlnum" n="20"/> ποιεῖν καὶ εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνθρωπους</foreign> Dobraeus</note> ἄτοπος ἂν ἐπαίνων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ ἐπαινῶν</foreign>?</note> εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος</q> .<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρόσφορος</foreign> Iaegerus</note> ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, 
<milestone unit="tlnum" n="25"/> ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς <pb xml:id="v.1.p.143"/> δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-59b" n="59b"/>Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλʼ ἀφῆκεν, 
<milestone unit="tlnum" n="5"/> οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας <quote rend="blockquote"><l>βριθὺ μέγα στιβαρὸν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Π</foreign> 131</note></quote> καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες 
<milestone unit="tlnum" n="10"/> τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-59c" n="59c"/> κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ 
 <milestone unit="tlnum" n="15"/>Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ῥόπαλον</foreign>] Meinek. IV p. 225</note> οὐ στιβαρὸν κομίζων οὐδʼ ἰσχυρὸν ἀλλὰ χαῦνόν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κενόν</foreign> Winckelmannus</note> τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πειρωμένοις</foreign>] sc. <foreign xml:lang="grc">ἡμῖν</foreign></note> μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις 
<milestone unit="tlnum" n="20"/> δρῶσαν, ἃ δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον 
<milestone unit="stephpage" xml:id="stephpage-59d" n="59d"/> ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται 
<milestone unit="tlnum" n="25"/> τὸν καταφερόμενον εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ <pb xml:id="v.1.p.144"/> λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δʼ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. ὁ δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ 
<milestone unit="tlnum" n="5"/> ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ 
<milestone unit="stephpage" xml:id="stephpage-59e" n="59e"/> σεμνῦναι τῶν ἐκτὸς ἀλλʼ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, 
<milestone unit="tlnum" n="10"/> θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδʼ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ 
<milestone unit="tlnum" n="15"/> ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα 
<milestone unit="stephpage" xml:id="stephpage-59f" n="59f"/> κουρᾶς ἢ ἀμπεχόνης ἢ κυνός τινος ἢ ἵππου μὴ κατʼ ἀξίαν ἐπιμελόμενον·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="lat">post</foreign><foreign xml:lang="grc">ἐπιμελόμενον</foreign><foreign xml:lang="lat">lacunam indicavit</foreign> H</note> γονέων δὲ ὀλιγωρία καὶ παίδων 
<milestone unit="tlnum" n="20"/> ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλʼ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, ἢ 
<milestone unit="tlnum" n="25"/> γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν <pb xml:id="v.1.p.145"/> 
<milestone unit="stephpage" xml:id="stephpage-60a" n="60a"/> λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, 
<milestone unit="tlnum" n="5"/> καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-60b" n="60b"/> ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀποτυμπανίζοντος</foreign> H</note> καὶ τελοῦντος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελοῦντος</foreign>] <foreign xml:lang="grc">στρεβλοῦντος</foreign> Gatakerus</note> οὐδεὶς ἐνέστη τῶν τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδʼ ἀλγοῦντα προσφέρουσιν. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ 
<milestone unit="tlnum" n="15"/> πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν <q>ὢ τῆς πολλῆς ἀτοπίας,</q> ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί <q>τί 
<milestone unit="tlnum" n="20"/> δὴ σὺ λέγεις;</q> εἰπόντος <q>ὁμολογῶ</q> φησὶν ἄχθεσθαι <q>καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας 
<milestone unit="stephpage" xml:id="stephpage-60c" n="60c"/> ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ 
<milestone unit="tlnum" n="25"/> τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας.</q> Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ <pb xml:id="v.1.p.146"/> ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, <q>ἄκουσον</q> ἔφη <q>Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς 
<milestone unit="tlnum" n="5"/> σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν 
<milestone unit="stephpage" xml:id="stephpage-60d" n="60d"/>οὔτε νυκτὸς ἀναπαυόμενος.</q> πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον <q>αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον 
<milestone unit="tlnum" n="10"/> ἀποκτενεῖ</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐκ ἀποκτενεῖ</foreign> Sauppius</note> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> add. H</note> ἀνελευθερώτατον 
<milestone unit="tlnum" n="15"/> καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν 
<milestone unit="stephpage" xml:id="stephpage-60e" n="60e"/> τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως 
<milestone unit="tlnum" n="20"/> προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, 
<milestone unit="tlnum" n="25"/> καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων 
<milestone unit="stephpage" xml:id="stephpage-60f" n="60f"/> ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν <pb xml:id="v.1.p.147"/> καὶ μηδενὸς ἀξίους. <q>τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε;</q> μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους 
<milestone unit="tlnum" n="5"/> γονέων ὑπερφρονοῦντας<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑπερόπτως</foreign> W</note> ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. <q>οὐ γὰρ αἰσθάνῃ σαυτοῦ</q> καὶ <q>σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς.</q> ἂν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-61a" n="61a"/> δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ 
<milestone unit="tlnum" n="15"/> καὶ νεμεσητὰ ποιοῦντος· <quote rend="blockquote"><l>ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 32</note></quote> οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. <q>ἡ 
<milestone unit="tlnum" n="20"/> μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-61b" n="61b"/> διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , σχῆμα παλλακίδος ἔχουσα· <quote rend="blockquote"><l> σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">κ</foreign> 329</note></quote> καὶ περιορᾷς αὐτὴν ἀνιωμένην</q> ὁ δʼ ἡδέως ἐλεγχόμενος 
<milestone unit="tlnum" n="25"/> ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, <pb xml:id="v.1.p.148"/> ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες 
<milestone unit="stephpage" xml:id="stephpage-61c" n="61c"/> αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου 
<milestone unit="tlnum" n="5"/> δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ 
<milestone unit="tlnum" n="10"/> τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν 
<milestone unit="stephpage" xml:id="stephpage-61d" n="61d"/> , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν 
<milestone unit="tlnum" n="15"/> ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ 
<milestone unit="tlnum" n="20"/> μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-61e" n="61e"/> παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μηδὲ</foreign> H: <foreign xml:lang="grc">μήτε</foreign> </note> <pb xml:id="v.1.p.149"/> νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ· κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, 
<milestone unit="tlnum" n="5"/> ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν 
<milestone unit="stephpage" xml:id="stephpage-61f" n="61f"/> ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσθέσεσι</foreign> Emperius</note> δριμὺ καὶ 
<milestone unit="tlnum" n="10"/> ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. <q>ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. 
<milestone unit="tlnum" n="15"/> ὑπονοεῖς; πίστευσον</q> ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν 
<milestone unit="stephpage" xml:id="stephpage-62a" n="62a"/> παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα 
<milestone unit="tlnum" n="20"/> περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον 
<milestone unit="tlnum" n="25"/> οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ 
<milestone unit="stephpage" xml:id="stephpage-62b" n="62b"/> ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι <pb xml:id="v.1.p.150"/> ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν 
<milestone unit="tlnum" n="5"/> ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκβάσεις</foreign>]<foreign xml:lang="grc">ἐντάσεις</foreign> W</note> παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων. 
<milestone unit="tlnum" n="10"/> </p></div></div></body></text></TEI>