<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν. <pb xml:id="v.1.p.135"/> ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν 
<milestone unit="stephpage" xml:id="stephpage-55f" n="55f"/> καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος , ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, 
<milestone unit="tlnum" n="5"/> ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φαίνωνται</foreign> H: <foreign xml:lang="grc">φαίνοιντο</foreign> </note> τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους 
<milestone unit="tlnum" n="10"/> ἐφʼ οἷς ἐπαινούμεθα μηδʼ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους. ἡ γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα 
<milestone unit="stephpage" xml:id="stephpage-56a" n="56a"/> καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλʼ 
<milestone unit="tlnum" n="15"/> οὐκ οἶδʼ ὅπως οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δʼ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν 
<milestone unit="tlnum" n="20"/> ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δʼ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν 
<milestone unit="stephpage" xml:id="stephpage-56b" n="56b"/> οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, 
<milestone unit="tlnum" n="25"/> εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ <pb xml:id="v.1.p.136"/> τοῦ σωροῦ κλέπτουσιν ἀλλʼ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν 
<milestone unit="tlnum" n="5"/> μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] III 82</note> φησὶν ὅτι <q>τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, 
<milestone unit="stephpage" xml:id="stephpage-56c" n="56c"/> μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον 
<milestone unit="tlnum" n="10"/> τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν</q> ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δʼ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν 
<milestone unit="tlnum" n="15"/> δʼ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-56d" n="56d"/> τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 474 e</note> φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, 
<milestone unit="tlnum" n="20"/> μέλανας δʼ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας· τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποίημα</foreign> Plato: <foreign xml:lang="grc">προσπόημα</foreign> </note> εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται 
<milestone unit="stephpage" xml:id="stephpage-56e" n="56e"/> βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς 
<milestone unit="tlnum" n="25"/> κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν <pb xml:id="v.1.p.137"/> ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς 
<milestone unit="tlnum" n="5"/> καὶ τυμπάνων ἐγχαράξεις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χαράξεις</foreign> L. Dindorfius</note> εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρʼ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πράγματα</foreign>] <foreign xml:lang="grc">παίγματα</foreign> H</note> καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-56f" n="56f"/> αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα· καὶ κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων 
<milestone unit="tlnum" n="15"/> οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δʼ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δʼ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται; </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα 
<milestone unit="tlnum" n="20"/> περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, 
<milestone unit="stephpage" xml:id="stephpage-57a" n="57a"/> ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τινὸς ἢ</foreign>] <foreign xml:lang="grc">τινὸς</foreign></note> ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος 
<milestone unit="tlnum" n="25"/> τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις <quote rend="blockquote"><l>Ἀλεξάνδρου<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀλεξάνδρου - πέπωκας</foreign> Menander apid Meinek. IV p. 152: <foreign xml:lang="grc">ἀλεξάνδρου τοῦ βασιλέως πλεέον πέπωκας</foreign> </note> πλέον </l><l> τοῦ βασιλέως πέπωκας</l></quote> <pb xml:id="v.1.p.138"/> καὶ <quote rend="blockquote"><l> γελῶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γελῶ τὸ</foreign> Cobetus: <foreign xml:lang="grc">γέλωτι</foreign> </note> τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐννοούμενος</foreign> id.: <foreign xml:lang="grc">ἐνηθούμενος</foreign> </note> </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 153</note></quote> τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτῷ</foreign>] <foreign xml:lang="grc">αὐτοῖς</foreign> R</note> καὶ φυλαττομένους τὸ χωρίον τοῦτο 
<milestone unit="tlnum" n="5"/> καὶ τὸν τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-57b" n="57b"/> <quote rend="blockquote"><l> πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος</l></quote> ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ 
<milestone unit="tlnum" n="10"/> ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς 
<milestone unit="tlnum" n="15"/> ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑλὼν</foreign> Courierus: <foreign xml:lang="grc">ἔχων</foreign> </note> ἐμβέβληκεν εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-57c" n="57c"/> τοὺς ἐπαίνους τὸν ἄνθρωπον <q>ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς 
<milestone unit="tlnum" n="20"/> ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος</q> </p></div></div></body></text></TEI>