τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων Πλάτων ] Legg. p. 731 d e διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι· τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις ἀρχὴ κατὰ Πλάτωνα, Πλάτωνα ] Legg. p. 730 c κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸ γνῶθι σαυτόν, ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν. εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης Σιμωνίδης ] Bergk. 3 p. 393 τὴν ἱπποτροφίαν φησὶν οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ ἀρούραισι πυροφόροις, οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ βλάπτῃ — διαβάλλῃ H: βλάπτοι — διαβάλλοι τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως ἰδεῖν ἔστι πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι, πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο, Hesiod. Theog. 64 καὶ οὐ δυστυχοῦντι μόνον εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ κατʼ Εὐριπίδην, Εὐριπίδην ] Ion. 732 ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα. χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθʼ ἡδονῇ μήτʼ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δʼ οὐ μέλλει, φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς Ἀλέξανδρος ἐσφάγη διὰ τῆς πλευρᾶς ἔλεγεν εἰς τὴν γαστέρα τὴν ἐμήν, οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς οὐ πῦρ οὐ πῦρ ] p. 778 e: οὔτε πῦρ . Cf. Meinek. II p. 487 οὐ σίδαρος οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον, οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας διʼ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον. τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ ἐπι ] τὴν ἐπὶ τὸ H δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων Πλάτων ] Rep. p. 361 a φησὶν ἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα, καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας, συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ ἐρρέτω ἐρρέτω ] Nauck. p. 696 φίλος σὺν ἐχθρῷ, διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν. ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς ἐξομοιώσεις, ὥστʼ εἰπεῖν οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ Nauck. p. 696 ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν, φησιν ὁ Πλάτων, Πλάτων ] Phaedr. p. 239 d χήτει οἰκείων κοσμούμενον