τῷ τοίνυν καταφρονεῖν τὸ θαυμάζειν ἀντικείμενον εὐγνωμονεστέρας μέν ἐστι δήπου καὶ ἡμερωτέρας φύσεως, δεῖταί γε μὴν οὐδʼ αὐτὸ μικρᾶς εὐλαβείας, τάχα δὲ καὶ μείζονος· οἱ μὲν γὰρ καταφρονητικοὶ καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν εἰπόντα βλὰξ βλάξ ] p. 28 d ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι ἐπτοὴσθαι Xylander: παιδεύεσθαι φιλεῖ. δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν ἐξεταστήν, ἵνʼ οἱ μὲν λέγοντες μὴ μισῶσιν, οἱ δὲ λόγοι μὴ βλάπτωσιν· ὡς πολλὰ ψευδῆ καὶ πονηρὰ δόγματα λανθάνομεν εὐνοίᾳ καὶ πίστει τῇ πρὸς τοὺς λέγοντας ἐνδεχόμενοι. οἱ μὲν οὖν Λακεδαιμονίων ἄρχοντες ἀνδρὸς οὐκ εὖ βεβιωκότος γνώμην δοκιμάσαντες ἑτέρῳ προσέταξαν εἰπεῖν εὐδοκιμοῦντι περὶ τὸν βίον καὶ τὸ ἦθος, ὀρθῶς πάνυ καὶ πολιτικῶς ἐθίζοντες τὸν δῆμον ὑπὸ τοῦ τρόπου μᾶλλον ἢ τοῦ λόγου τῶν συμβουλευόντων ἄγεσθαι. τοὺς δʼ ἐν φιλοσοφίᾳ λόγους ἀφαιροῦντα χρὴ τὴν τοῦ λέγοντος δόξαν αὐτοὺς ἐφʼ ἑαυτῶν ἐξετάζειν. ὡς γὰρ πολέμου, καὶ ἀκροάσεως πολλὰ τὰ κενά ἐστι. καὶ γὰρ πολιὰ τοῦ λέγοντος καὶ πλάσμα καὶ ὀφρῦς καὶ περιαυτολογία, μάλιστα δʼ αἱ κραυγαὶ καὶ οἱ θόρυβοι καὶ τὰ πηδήματα τῶν παρόντων συνεκπλήττει τὸν ἄπειρον ἀκροατὴν καὶ νέον ὥσπερ ὑπὸ ῥεύματος παραφερόμενον. ἔχει δέ τι καὶ ἡ λέξις ἀπατηλόν, ὅταν ἡδεῖα καὶ πολλὴ καὶ μετʼ ὄγκου τινὸς καὶ κατασκευῆς ἐπιφέρηται τοῖς πράγμασιν. ὡς γὰρ τῶν ὑπʼ αὐλοῖς ᾀδόντων αἱ πολλαὶ τοὺς ἀκούοντας ἁμαρτίαι διαφεύγουσιν, οὕτω περιττὴ καὶ σοβαρὰ λέξις ἀντιλάμπει τῷ ἀκροατῇ πρὸς τὸ δηλούμενον. ὁ μὲν γὰρ Μελάνθιος, ὡς ἔοικε, περὶ τῆς Διογένους τραγῳδίας ἐρωτηθεὶς οὐκ ἔφη κατιδεῖν αὐτὴν ὑπὸ τῶν ὀνομάτων ἐπιπροσθουμένην αἱ δὲ τῶν πολλῶν διαλέξεις καὶ μελέται σοφιστῶν οὐ μόνον τοῖς ὀνόμασι παραπετάσμασι χρῶνται τῶν διανοημάτων, ἀλλὰ καὶ τὴν φωνὴν ἐμμελείαις τισὶ καὶ μαλακότησι καὶ παρισώσεσιν ἐφηδύνοντες ἐκβακχεύουσι καὶ παραφέρουσι τοὺς ἀκροωμένους, κενὴν ἡδονὴν διδόντες καὶ κενωτέραν δόξαν ἀντιλαμβάνοντες. ὥστʼ αὐτοῖς συμβαίνει τὸ ὑπὸ Διονυσίου ῥηθέν. ἐκεῖνος γάρ, ὡς ἔοικεν, εὐδοκιμοῦντι κιθαρῳδῷ παρὰ τὴν θέαν ἐπαγγειλάμενος δωρεάς τινας μεγάλας ὕστερον οὐδὲν ἔδωκεν ὡς ἀποδεδωκὼς τὴν χάριν· ὅσον γάρ ἔφη χρόνον εὔφραινες ᾄδων, τοσοῦτον ἔχαιρες ἐλπίζων τοῦτον δὲ τὸν ἔρανον αἱ τοιαῦται πληροῦσιν ἀκροάσεις τοῖς λέγουσι· θαυμάζονται γὰρ ἐφʼ ὅσον τέρπουσιν, εἶθʼ ἅμα τῆς ἀκοῆς ἐξερρύη τὸ ἡδὺ κἀκείνους προλέλοιπεν ἡ δόξα, καὶ μάτην, τοῖς μὲν ὁ χρόνος τοῖς δὲ καὶ ὁ βίος ἀνάλωται. διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους στεφανηπλόκους H: στεφηπλόκους ἀλλὰ τὰς μελίσσας. αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται ξανθὸν μέλι μηδόμεναι, Bergk. 3 p. 411 καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον. οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον, εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός. οὐ γὰρ ἐκ κουρείου μὲν ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων. οὔτε γὰρ βαλανείου φησὶν ὁ Ἀρίστων οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν. Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος· οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι τέλος, οὐδʼ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος γέμουσαν ἐκκαθήρῃ. καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον. ὕστερον δέ που, καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν. ὁ δʼ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος κεκεραμευμένον, μηδʼ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ ἔριον, ἀλλʼ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος ἄπρακτος ] μένειν ἄπρακτος Sauppius. Auditur ἐστι καὶ ἀκίνητος. ταῦτα γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δʼ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτʼ ἄχρηστον εἴτʼ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων οὐδὲ βουλομένων ἐξετάζειν.