<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ
 <milestone unit="stephpage" xml:id="stephpage-39c" n="39c"/> συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ
 <milestone unit="tlnum" n="20"/> παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign><foreign xml:lang="grc">ἢ καὶ</foreign> R</note> ἀφελεῖν. οἱ δʼ εὐθὺς ἀντικόπτοντες, οὔτʼ ἀκούοντες
 <milestone unit="tlnum" n="25"/> οὔτʼ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν· ὁ δʼ ἐγκρατῶς καὶ μετʼ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δʼ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ <pb xml:id="v.1.p.96"/>
 <milestone unit="stephpage" xml:id="stephpage-39d" n="39d"/> κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις. ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι
 <milestone unit="tlnum" n="5"/> τι βουλομένους χρήσιμον εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">φθόνος τοίνυν μετὰ βασκανίας καὶ δυσμενείας οὐδενὶ μὲν ἔργῳ παρὼν ἀγαθόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγαθός</foreign> H</note> ἀλλὰ πᾶσιν ἐμπόδιος τοῖς καλοῖς, κάκιστος δʼ ἀκροωμένῳ πάρεδρος
 <milestone unit="tlnum" n="10"/> καὶ σύμβουλος, ἀνιαρὰ καὶ ἀηδῆ καὶ δυσπρόσδεκτα ποιῶν τὰ ὠφέλιμα διὰ τὸ πᾶσι μᾶλλον ἥδεσθαι τοὺς
 <milestone unit="stephpage" xml:id="stephpage-39e" n="39e"/> φθονοῦντας ἢ τοῖς εὖ λεγομένοις. καίτοι πλοῦτος μὲν ὅντινα δάκνει καὶ δόξα καὶ κάλλος, ἑτέροις ὑπάρχοντα, φθονερός ἐστι μόνον· ἄχθεται γὰρ ἄλλων
 <milestone unit="tlnum" n="15"/> εὐτυχούντων ὁ δὲ λόγῳ καλῶς λεγομένῳ δυσχεραίνων ὑπὸ τῶν ἰδίων ἀγαθῶν ἀνιᾶται. ὡς γὰρ τὸ φῶς τῶν βλεπόντων, καὶ ὁ λόγος τῶν ἀκουόντων ἀγαθόν ἐστιν, ἂν βούλωνται δέχεσθαι. τὸν μὲν οὖν ἐφʼ ἑτέροις φθόνον ἄλλαι τινὲς ἀπαίδευτοι καὶ κακαὶ
 <milestone unit="tlnum" n="20"/> διαθέσεις ἐμποιοῦσιν, ὁ δὲ πρὸς τοὺς λέγοντας ἐκ φιλοδοξίας ἀκαίρου καὶ φιλοτιμίας ἀδίκου γεννώμενος οὐδὲ προσέχειν ἐᾷ τοῖς λεγομένοις τὸν οὕτω
 <milestone unit="stephpage" xml:id="stephpage-39f" n="39f"/> διακείμενον, ἀλλὰ θορυβεῖ καὶ περισπᾷ τὴν διάνοιαν, ἅμα μὲν τὴν ἑαυτῆς ἕξιν ἐπισκοποῦσαν εἰ λείπεται
 <milestone unit="tlnum" n="25"/> τῆς τοῦ λέγοντος, ἅμα δὲ τοὺς ἄλλους ἐπιβλέπουσαν εἰ ἄγανται καὶ θαυμάζουσιν, ἐκπληττομένην τε ὑπὸ τῶν ἐπαίνων καὶ ἀγριαίνουσαν πρὸς τοὺς παρόντας ἂν ἀποδέχωνται τὸν λέγοντα, τῶν δὲ λόγων <pb xml:id="v.1.p.97"/> τοὺς μὲν εἰρημένους ἐῶσαν καὶ προϊεμένην, ὅτι λυποῦσι μνημονευόμενοι, πρὸς δὲ τοὺς λείποντας ταραττομένην καὶ τρέμουσαν μὴ τῶν εἰρημένων βελτίονες γένωνται, σπεύδουσαν δὲ τάχιστα παύσασθαι
 <milestone unit="tlnum" n="5"/>
 <milestone unit="stephpage" xml:id="stephpage-40a" n="40a"/> τοὺς λέγοντας ὅταν κάλλιστα λέγωσι, λυθείσης δὲ τῆς ἀκροάσεως πρὸς οὐδενὶ τῶν εἰρημένων οὖσαν ἀλλὰ τὰς φωνὰς
 <milestone unit="tlnum" n="10"/> καὶ διαθέσεις τῶν παρόντων ἐπιψηφίζουσαν, καὶ τοὺς μὲν ἐπαινοῦντας ὥσπερ ἐμμανῆ φεύγουσαν καὶ ἀποπηδῶσαν, προστρέχουσαν δὲ καὶ συναγελαζομένην τοῖς ψέγουσι τὰ εἰρημένα καὶ διαστρέφουσιν ἂν δὲ μηδὲν διαστρέψαι, παραβάλλουσαν ἑτέρους τινὰς ὡς ἄμεινον εἰρηκότας εἰς ταὐτὸ καὶ δυνατώτερον, ἕως διαφθείρασα καὶ λυμηναμένη τὴν ἀκρόασιν ἀχρεῖον ἑαυτῇ καὶ ἀνόνητον ἀπεργάσηται,
 <milestone unit="tlnum" n="15"/>
 <milestone unit="stephpage" xml:id="stephpage-40b" n="40b"/> </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφʼ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> add. R</note> οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ <milestone unit="tlnum" n="20"/> φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους διʼ ὧν αὐτὸς πέπεισται. τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως ἀλλʼ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατορθοῦνται</foreign> H: <foreign xml:lang="grc">κατορθοῦνται</foreign> </note> καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς <milestone unit="tlnum" n="25"/> γε δὴ καὶ ζηλοῦντας τοῖς δʼ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφʼ ὧν αἰτιῶν καὶ ὅθεν <milestone unit="stephpage" xml:id="stephpage-40c" n="40c"/> ἡ παρατροπὴ γέγονεν. ὡς γὰρ ὁ Ξενοφῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶν</foreign> Oecon. I 7</note> φησι <pb xml:id="v.1.p.98"/> τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες· καὶ γὰρ διανοήματος <milestone unit="tlnum" n="5"/> εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφʼ ἑτέρων ἢ λέγουσιν ἐφʼ ἑαυτῶν καταφαίνεται. διὸ δεῖ μεταφέρειν τὴν εὐθύνην ἐφʼ ἑαυτοὺς ἀπὸ τοῦ <milestone unit="tlnum" n="10"/> λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν <milestone unit="stephpage" xml:id="stephpage-40d" n="40d"/> ἁμαρτάνοντες, ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μεμφεσθαι</foreign> H</note> τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γιγνόμενον = ὃ γίγνεται</foreign></note> ἂν μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μή</foreign> H: <foreign xml:lang="grc">ἦ</foreign> </note> πρός τινα διόρθωσιν ἢ φυλακὴν ἀναφέρηται τῶν ὁμοίων. καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι, <q>μή που ἄρʼ ἐγὼ τοιοῦτος;</q> ὡς γὰρ <milestone unit="tlnum" n="15"/> ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτʼ ἄγαν θρασέως <milestone unit="tlnum" n="20"/> καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ <milestone unit="stephpage" xml:id="stephpage-40e" n="40e"/> λέγειν ἐπιμελέστερον. χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθʼ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς ἢ μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ <milestone unit="tlnum" n="25"/> καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δʼ ἐπανορθοῦσθαι, τὰ δʼ ἑτέρως φράζειν, τὰ δʼ ὅλοις ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν <pb xml:id="v.1.p.99"/> ὑπόθεσιν. ὃ καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον. τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δʼ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες. ὥσπερ ὁ <milestone unit="tlnum" n="5"/>Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν <q>ἀλλʼ οὐκ ἀναστῆσαί γε τοιαύτην</q> ἔφη <milestone unit="stephpage" xml:id="stephpage-40f" n="40f"/> <q>πόλιν ἐκεῖνος ἂν δυνηθείη.</q> ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ <milestone unit="tlnum" n="10"/> καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς. </p></div></div></body></text></TEI>