πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ καὶ ἢ καὶ R ἀφελεῖν. οἱ δʼ εὐθὺς ἀντικόπτοντες, οὔτʼ ἀκούοντες οὔτʼ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν· ὁ δʼ ἐγκρατῶς καὶ μετʼ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δʼ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις. ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι τι βουλομένους χρήσιμον εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται. φθόνος τοίνυν μετὰ βασκανίας καὶ δυσμενείας οὐδενὶ μὲν ἔργῳ παρὼν ἀγαθόν, ἀγαθός H ἀλλὰ πᾶσιν ἐμπόδιος τοῖς καλοῖς, κάκιστος δʼ ἀκροωμένῳ πάρεδρος καὶ σύμβουλος, ἀνιαρὰ καὶ ἀηδῆ καὶ δυσπρόσδεκτα ποιῶν τὰ ὠφέλιμα διὰ τὸ πᾶσι μᾶλλον ἥδεσθαι τοὺς φθονοῦντας ἢ τοῖς εὖ λεγομένοις. καίτοι πλοῦτος μὲν ὅντινα δάκνει καὶ δόξα καὶ κάλλος, ἑτέροις ὑπάρχοντα, φθονερός ἐστι μόνον· ἄχθεται γὰρ ἄλλων εὐτυχούντων ὁ δὲ λόγῳ καλῶς λεγομένῳ δυσχεραίνων ὑπὸ τῶν ἰδίων ἀγαθῶν ἀνιᾶται. ὡς γὰρ τὸ φῶς τῶν βλεπόντων, καὶ ὁ λόγος τῶν ἀκουόντων ἀγαθόν ἐστιν, ἂν βούλωνται δέχεσθαι. τὸν μὲν οὖν ἐφʼ ἑτέροις φθόνον ἄλλαι τινὲς ἀπαίδευτοι καὶ κακαὶ διαθέσεις ἐμποιοῦσιν, ὁ δὲ πρὸς τοὺς λέγοντας ἐκ φιλοδοξίας ἀκαίρου καὶ φιλοτιμίας ἀδίκου γεννώμενος οὐδὲ προσέχειν ἐᾷ τοῖς λεγομένοις τὸν οὕτω διακείμενον, ἀλλὰ θορυβεῖ καὶ περισπᾷ τὴν διάνοιαν, ἅμα μὲν τὴν ἑαυτῆς ἕξιν ἐπισκοποῦσαν εἰ λείπεται τῆς τοῦ λέγοντος, ἅμα δὲ τοὺς ἄλλους ἐπιβλέπουσαν εἰ ἄγανται καὶ θαυμάζουσιν, ἐκπληττομένην τε ὑπὸ τῶν ἐπαίνων καὶ ἀγριαίνουσαν πρὸς τοὺς παρόντας ἂν ἀποδέχωνται τὸν λέγοντα, τῶν δὲ λόγων τοὺς μὲν εἰρημένους ἐῶσαν καὶ προϊεμένην, ὅτι λυποῦσι μνημονευόμενοι, πρὸς δὲ τοὺς λείποντας ταραττομένην καὶ τρέμουσαν μὴ τῶν εἰρημένων βελτίονες γένωνται, σπεύδουσαν δὲ τάχιστα παύσασθαι τοὺς λέγοντας ὅταν κάλλιστα λέγωσι, λυθείσης δὲ τῆς ἀκροάσεως πρὸς οὐδενὶ τῶν εἰρημένων οὖσαν ἀλλὰ τὰς φωνὰς καὶ διαθέσεις τῶν παρόντων ἐπιψηφίζουσαν, καὶ τοὺς μὲν ἐπαινοῦντας ὥσπερ ἐμμανῆ φεύγουσαν καὶ ἀποπηδῶσαν, προστρέχουσαν δὲ καὶ συναγελαζομένην τοῖς ψέγουσι τὰ εἰρημένα καὶ διαστρέφουσιν ἂν δὲ μηδὲν διαστρέψαι, παραβάλλουσαν ἑτέρους τινὰς ὡς ἄμεινον εἰρηκότας εἰς ταὐτὸ καὶ δυνατώτερον, ἕως διαφθείρασα καὶ λυμηναμένη τὴν ἀκρόασιν ἀχρεῖον ἑαυτῇ καὶ ἀνόνητον ἀπεργάσηται, διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφʼ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν ἐν add. R οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους διʼ ὧν αὐτὸς πέπεισται. τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως ἀλλʼ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται, κατορθοῦνται H: κατορθοῦνται καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς γε δὴ καὶ ζηλοῦντας τοῖς δʼ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφʼ ὧν αἰτιῶν καὶ ὅθεν ἡ παρατροπὴ γέγονεν. ὡς γὰρ ὁ Ξενοφῶν Ξενοφῶν Oecon. I 7 φησι τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες· καὶ γὰρ διανοήματος εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφʼ ἑτέρων ἢ λέγουσιν ἐφʼ ἑαυτῶν καταφαίνεται. διὸ δεῖ μεταφέρειν τὴν εὐθύνην ἐφʼ ἑαυτοὺς ἀπὸ τοῦ λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν ἁμαρτάνοντες, ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι μεμφεσθαι H τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον, γιγνόμενον = ὃ γίγνεται ἂν μὴ μή H: ἦ πρός τινα διόρθωσιν ἢ φυλακὴν ἀναφέρηται τῶν ὁμοίων. καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι, μή που ἄρʼ ἐγὼ τοιοῦτος; ὡς γὰρ ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτʼ ἄγαν θρασέως καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ λέγειν ἐπιμελέστερον. χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθʼ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς ἢ μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δʼ ἐπανορθοῦσθαι, τὰ δʼ ἑτέρως φράζειν, τὰ δʼ ὅλοις ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν ὑπόθεσιν. ὃ καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον. τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δʼ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες. ὥσπερ ὁ Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν ἀλλʼ οὐκ ἀναστῆσαί γε τοιαύτην ἔφη πόλιν ἐκεῖνος ἂν δυνηθείη. ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς.