<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">καὶ μὴν τῶν γε νουθεσιῶν καὶ τῶν ἐπιπλήξεων οὔτʼ ἀναλγήτως οὔτʼ ἀνάνδρως ἀκουστέον.
 <milestone unit="tlnum" n="10"/> οἱ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ</foreign> H: <foreign xml:lang="grc">οἵ τε</foreign> </note> γὰρ εὐκόλως καὶ ὀλιγώρως τὸ κακῶς ἀκούειν ὑπὸ τῶν φιλοσόφων φέροντες, ὥστε γελᾶν ἐλεγχόμενοι καὶ τοὺς ἐλέγχοντας ἐπαινεῖν, ὥσπερ οἱ παράσιτοι τοὺς τρέφοντας, ὅταν ὑπʼ αὐτῶν λοιδορῶνται, παντάπασιν ἰταμοὶ καὶ θρασεῖς ὄντες, οὐ καλὴν οὐδʼ
 <milestone unit="tlnum" n="15"/> ἀληθῆ διδόασιν ἀπόδειξιν ἀνδρείας τὴν ἀναισχυντίαν. σκῶμμα μὲν γὰρ ἀνύβριστον ἐν παιδιᾷ τινι
 <milestone unit="stephpage" xml:id="stephpage-46d" n="46d"/> μετʼ εὐτραπελίας ἀφειμένον ἐνεγκεῖν ἀλύπως καὶ ἱλαρῶς οὐκ ἀγεννὲς οὐδʼ ἀπαίδευτον ἀλλʼ ἐλευθέριον πάνυ καὶ Λακωνικόν ἐστιν· ἐπαφῆς δὲ καὶ νουθεσίας
  <milestone unit="tlnum" n="20"/> πρὸς ἐπανόρθωσιν ἤθους ὥσπερ φαρμάκῳ δάκνοντι λόγῳ χρωμένης ἐλέγχοντι μὴ συνεσταλμένον ἀκούειν μηδʼ ἱδρῶτος καὶ ἰλίγγου μεστόν, αἰσχύνῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰσχύνῃ</foreign><foreign xml:lang="grc">μηδ’ αἰσχύνῃ</foreign> H</note> φλεγόμενον τὴν ψυχήν, ἀλλʼ ἄτρεπτον καὶ σεσηρότα καὶ κατειρωνευόμενον, ἀνελευθέρου τινὸς
 <milestone unit="tlnum" n="25"/> δεινῶς καὶ ἀπαθοῦς πρὸς τὸ αἰδεῖσθαι νέου διὰ συνήθειαν ἁμαρτημάτων καὶ συνέχειαν, ὥσπερ ἐν σκληρᾷ σαρκὶ καὶ τυλώδει τῇ ψυχῇ μώλωπα μὴ λαμβάνοντος.
 <milestone unit="stephpage" xml:id="stephpage-46e" n="46e"/>τούτων δὲ τοιούτων ὄντων οἱ τὴν <pb xml:id="v.1.p.113"/> ἐναντίαν διάθεσιν ἔχοντες νέοι κἂν ἅπαξ ποτὲ ἀκούσωσι κακῶς, φεύγοντες ἀνεπιστρεπτὶ καὶ δραπετεύοντες ἐκ φιλοσοφίας, καλὴν ἀρχὴν πρὸς τὸ σωθῆναι τὸ αἰδεῖσθαι παρὰ τῆς φύσεως ἔχοντες, ἀπολλύουσι διὰ
 <milestone unit="tlnum" n="5"/> τρυφὴν καὶ μαλακίαν , οὐκ ἐγκαρτεροῦντες τοῖς ἐλέγχοις οὐδὲ τὰς ἐπανορθώσεις δεχόμενοι γεννικῶς, ἀλλʼ ἐπὶ τὰς προσηνεῖς καὶ ἁπαλὰς ἀποστρέφοντες ὁμιλίας τὰ ὦτα, κολάκων τινῶν ἢ σοφιστῶν ἀνωφελεῖς καὶ ἀνονήτους ἡδείας δὲ φωνὰς κατᾳδόντων.
 <milestone unit="tlnum" n="10"/> ὥσπερ οὖν ὁ μετὰ τὴν τομὴν φεύγων τὸν ἰατρὸν καὶ τὸν ἐπίδεσμον μὴ προσιέμενος τὸ μὲν ἀλγεινὸν
 <milestone unit="stephpage" xml:id="stephpage-46f" n="46f"/> ἀνεδέξατο, τὸ δʼ ὠφέλιμον οὐχ ὑπέμεινε τῆς θεραπείας, οὕτως ὁ τῷ χαράξαντι καὶ τρώσαντι λόγῳ τὴν ἀβελτερίαν ἀπουλῶσαι καὶ καταστῆσαι μὴ παρασχὼν
 <milestone unit="tlnum" n="15"/> ἀπῆλθε δηχθεὶς καὶ ἀλγήσας ἐκ φιλοσοφίας, ὠφεληθεὶς δὲ μηδέν. οὐ γὰρ μόνον, ὡς Εὐριπίδης φησί, τὸ Τηλέφου τραῦμα <quote rend="blockquote"><l> πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 462</note></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-47a" n="47a"/> ἀλλὰ καὶ τὸν ἐκ φιλοσοφίας ἐμφυόμενον εὐφυέσι
 <milestone unit="tlnum" n="20"/> νέοις δηγμὸν αὐτὸς ὁ τρώσας λόγος ἰᾶται. διὸ δεῖ πάσχειν μέν τι καὶ δάκνεσθαι, μὴ συντρίβεσθαι δὲ μηδʼ ἀθυμεῖν τὸν ἐλεγχόμενον, ἀλλʼ ὥσπερ ἐν τελετῇ κατηργμένης αὐτοῦ φιλοσοφίας τοὺς πρώτους καθαρμοὺς καὶ θορύβους ἀνασχόμενον ἐλπίζειν τι
 <milestone unit="tlnum" n="25"/> γλυκὺ καὶ λαμπρὸν ἐκ τῆς παρούσης ἀδημονίας καὶ ταραχῆς. καὶ γὰρ ἂν ἀδίκως ἡ ἐπιτίμησις γίγνεσθαι δοκῇ, καλὸν ἀνασχέσθαι καὶ διακαρτερῆσαι λέγοντος· παυσαμένῳ δʼ αὐτὸν ἐντυχεῖν ἀπολογούμενον <pb xml:id="v.1.p.114"/>
 <milestone unit="stephpage" xml:id="stephpage-47b" n="47b"/> καὶ δεόμενον τὴν παρρησίαν ἐκείνην καὶ τὸν τόνον, ᾧ νῦν κέχρηται πρὸς αὐτόν, εἴς τι τῶν ἀληθῶς ἁμαρτανομένων φυλάττειν. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἔτι τοίνυν ὥσπερ ἐν γράμμασι καὶ περὶ
 <milestone unit="tlnum" n="5"/> λύραν καὶ παλαίστραν αἱ πρῶται μαθήσεις πολὺν ἔχουσι θόρυβον καὶ πόνον καὶ ἀσάφειαν, εἶτα προιόντι κατὰ μικρὸν ὥσπερ πρὸς ἀνθρώπους συνήθεια πολλὴ καὶ γνῶσις ἐγγενομένη πάντα φίλα καὶ χειροήθη καὶ ῥᾴδια λέγειν τε καὶ πράττειν παρέσχεν,
 <milestone unit="tlnum" n="10"/> οὕτω δὴ καὶ φιλοσοφίας ἐχούσης τι καὶ γλίσχρον ἀμέλει καὶ ἀσύνηθες ἐν τοῖς πρώτοις ὀνόμασι καὶ πράγμασιν οὐ δεῖ φοβηθέντα τὰς ἀρχὰς ψοφοδεῶς
 <milestone unit="stephpage" xml:id="stephpage-47c" n="47c"/> καὶ ἀτόλμως ἐγκαταλιπεῖν, ἀλλὰ πειρώμενον ἑκάστου καὶ προσλιπαροῦντα καὶ γλιχόμενον τοῦ πρόσω τὴν
 <milestone unit="tlnum" n="15"/> πᾶν τὸ καλὸν ἡδὺ ποιοῦσαν ἀναμένειν συνήθειαν. ἥξει γὰρ οὐ διὰ μακροῦ πολὺ φῶς ἐπιφέρουσα τῇ μαθήσει καὶ δεινοὺς ἔρωτας ἐνδιδοῦσα πρὸς τὴν ἀρετήν, ὧν ἄνευ πάνυ τλήμονος ἀνδρός ἐστιν ἢ δειλοῦ τὸν ἄλλον ὑπομένειν βίον, ἐκπεσόντα διʼ
 <milestone unit="tlnum" n="20"/> ἀνανδρίαν φιλοσοφίας. ἴσως μὲν οὖν ἔχει τι καὶ τὰ πράγματα τοῖς ἀπείροις καὶ νέοις ἐν ἀρχῇ δυσκατανόητον· οὐ μὴν ἀλλὰ τῇ γε πλείστῃ περιπίπτουσιν ἀσαφείᾳ καὶ ἀγνοίᾳ διʼ αὑτούς, ἀπʼ ἐναντίων φύσεων ταὐτὸν ἁμαρτάνοντες. οἱ μὲν γὰρ αἰσχύνῃ
 <milestone unit="tlnum" n="25"/>
 <milestone unit="stephpage" xml:id="stephpage-47d" n="47d"/> τινὶ καὶ φειδοῖ τοῦ λέγοντος ὀκνοῦντες ἀνερέσθαι καὶ βεβαιώσασθαι τὸν λόγον , ὡς ἔχοντες ἐν νῷ συνεπινεύουσιν, οἱ δʼ ὑπὸ φιλοτιμίας ἀώρου καὶ κενῆς πρὸς ἑτέρους ἁμίλλης ὀξύτητα καὶ δύναμιν εὐμαθείας ἐπιδεικνύμενοι , πρὶν ἢ λαβεῖν ἔχειν <pb xml:id="v.1.p.115"/> ὁμολογοῦντες, οὐ λαμβάνουσιν. εἶτα συμβαίνει τοῖς μὲν αἰδήμοσι καὶ σιωπηλοῖς ἐκείνοις, ὅταν ἀπέλθωσι, λυπεῖν αὑτοὺς καὶ ἀπορεῖσθαι, καὶ τέλος αὖθις ὑπʼ ἀνάγκης ἐλαυνομένους σὺν αἰσχύνῃ μείζονι τοῖς εἰποῦσιν ἐνοχλεῖν ἀναπυνθανομένους καὶ μεταθέοντας, τοῖς δὲ φιλοτίμοις καὶ θρασέσιν ἀεὶ περιστέλλειν καὶ ἀποκρύπτειν συνοικοῦσαν τὴν ἀμαθίαν.
 <milestone unit="stephpage" xml:id="stephpage-47e" n="47e"/> </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">πᾶσαν οὖν ἀπωσάμενοι τὴν τοσαύτην βλακείαν καὶ ἀλαζονείαν καὶ πρὸς τὸ μαθεῖν ἰόντες καὶ
 <milestone unit="tlnum" n="10"/> περὶ τὸ λαβεῖν τῇ διανοίᾳ τὸ χρησίμως λεγόμενον ὄντες, ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας, ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδʼ ἀπέκαμνον, ἀλλὰ
 <milestone unit="tlnum" n="15"/> φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες. οὐ γὰρ μόνον, ὥς φησι Φωκυλίδης,
 <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> πόλλʼ ἀπατηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p, 71</note></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-47f" n="47f"/> ἀλλὰ καὶ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι, καὶ σκώμματα καὶ βωμολοχίας ἀναδεξάμενον ὤσασθαι παντὶ τῷ θυμῷ καὶ καταθλῆσαι τὴν ἀμαθίαν. οὐ μὴν οὐδὲ τῆς πρὸς τοὐναντίον ἁμαρτίας ἀμελητέον,
 <milestone unit="tlnum" n="25"/> ἣν ἁμαρτάνουσιν οἱ μὲν ὑπὸ νωθείας, ἀηδεῖς καὶ
 <milestone unit="stephpage" xml:id="stephpage-48a" n="48a"/> κοπώδεις ὄντες οὐ γὰρ ἐθέλουσι γενόμενοι καθʼ αὑτοὺς πράγματα ἔχειν, ἀλλὰ παρέχουσι τῷ λέγοντι, πολλάκις ἐκπυνθανόμενοι περὶ τῶν αὐτῶν, ὥσπερ <pb xml:id="v.1.p.116"/> ἀπτῆνες νεοσσοὶ κεχηνότες ἀεὶ πρὸς ἀλλότριον στόμα καὶ πᾶν ἕτοιμον ἤδη καὶ διαπεπονημένον ὑπʼ ἄλλων ἐκλαμβάνειν ἐθέλοντες. ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι
 <milestone unit="tlnum" n="5"/> λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων <quote rend="blockquote"><l>οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά,</l></quote>
 <milestone unit="stephpage" xml:id="stephpage-48b" n="48b"/> ὥς φησι Σοφοκλῆς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Anig. 237</note> οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς 
 <milestone unit="tlnum" n="10"/> ἄλλοις. ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως, ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. οὗτοι μὲν
 <milestone unit="tlnum" n="15"/> οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ γλίσχροι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γλίσχροι</foreign>] <foreign xml:lang="grc">λίχνοι</foreign> W</note> σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ 15 τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται τοὺς δʼ ἀργοὺς ἐκείνους παρακαλῶμεν, ὅταν τὰ κεφάλαια τῇ νοήσει περιλάβωσιν, αὐτοὺς διʼ αὑτῶν τὰ λοιπὰ συντιθέναι, καὶ τῇ μνήμῃ χειραγωγεῖν
 <milestone unit="tlnum" n="20"/>
 <milestone unit="stephpage" xml:id="stephpage-48c" n="48c"/> τὴν εὕρεσιν, καὶ τὸν ἀλλότριον λόγον οἷον ἀρχὴν καὶ σπέρμα λαβόντας ἐκτρέφειν καὶ αὔξειν. οὐ γὰρ ὡς ἀγγεῖον ὁ νοῦς ἀποπληρώσεως ἀλλʼ ὑπεκκαύματος μόνον ὥσπερ ὕλη δεῖται, ὁρμὴν ἐμποιοῦντος εὑρετικὴν καὶ ὄρεξιν ἐπὶ τὴν ἀλήθειαν. ὥσπερ οὖν εἴ
 <milestone unit="tlnum" n="25"/> τις ἐκ γειτόνων πυρὸς δεόμενος, εἶτα πολὺ καὶ λαμπρὸν εὑρὼν αὐτοῦ καταμένοι διὰ τέλους θαλπόμενος, οὕτως εἴ τις ἥκων λόγου μεταλαβεῖν πρὸς ἄλλον οὐχ οἴεται δεῖν φῶς οἰκεῖον ἐξάπτειν καὶ <pb xml:id="v.1.p.117"/> νοῦν ἴδιον, ἀλλὰ χαίρων τῇ ἀκροάσει κάθηται θελγόμενος,
 <milestone unit="stephpage" xml:id="stephpage-48d" n="48d"/> οἷον ἔρευθος ἕλκει καὶ γάνωμα τὴν δόξαν ἀπὸ τῶν λόγων, τὸν δʼ ἐντὸς  εὐρῶτα τῆς ψυχῆς καὶ ζόφον οὐκ ἐκτεθέρμαγκεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκτεθέρμαγκεν</foreign>] <foreign xml:lang="grc">ἐκεθεράπευκεν</foreign> Emperius</note> οὐδʼ ἐξέωκε διὰ φιλοσοφίας.
 <milestone unit="tlnum" n="5"/> εἰ δεῖ τινος οὖν πρὸς ἀκρόασιν ἑτέρου παραγγέλματος, δεῖ καὶ τοῦ νῦν εἰρημένου μνημονεύοντας ἀσκεῖν ἅμα τῇ μαθήσει τὴν εὕρεσιν, ἵνα μὴ σοφιστικὴν ἕξιν μηδʼ ἱστορικὴν ἀλλʼ ἐνδιάθετον καὶ φιλόσοφον λαμβάνωμεν, ἀρχὴν τοῦ καλῶς βιῶναι
 <milestone unit="tlnum" n="10"/> τὸ καλῶς ἀκοῦσαι νομίζοντες.</p></div></div></body></text></TEI>