εὖ μάλα δὲ χρὴ καὶ πρὸς τὴν τοῦ λέγοντος ἐμπειρίαν ἢ φυσικὴν δύναμιν ἡρμοσμένον, ἐν οἷς αὐτὸς αὐτὸς ] Nauck. p. 329 ἑαυτοῦ κράτιστός ἐστι, ποιεῖσθαι τὰς ἐρωτήσεις , καὶ μὴ παραβιάζεσθαι τὸν μὲν ἠθικώτερον φιλοσοφοῦντα φυσικὰς ἐπάγοντα καὶ μαθηματικὰς ἀπορίας, τὸν δὲ τοῖς φυσικοῖς σεμνυνόμενον εἰς συνημμένων ἐπικρίσεις ἕλκοντα καὶ ψευδομένων λύσεις. ὡς γὰρ ὁ τῇ κλειδὶ τὰ ξύλα σχίζειν τῇ δʼ ἀξίνῃ τὴν θύραν ἀνοίγειν πειρώμενος οὐκ ἐκεῖνα δόξειεν ἂν ἐπηρεάζειν, ἀλλʼ αὑτὸν ἀποστερεῖν τῆς ἑκατέρου χρείας καὶ δυνάμεως, οὕτως οἱ παρὰ τοῦ λέγοντος ὃ μὴ πέφυκε μηδʼ ἤσκηκεν αἰτοῦντες, ὃ δʼ ἔχει καὶ δίδωσι μὴ δρεπόμενοι μηδὲ λαμβάνοντες, οὐ τοῦτο βλάπτονται μόνον ἀλλὰ καὶ κακοήθειαν καὶ δυσμένειαν προσοφλισκάνουσι. φυλακτέον δὲ καὶ τὸ πολλὰ καὶ πολλάκις αὐτὸν αὐτὸν Aldina: αὐτὸν προβάλλειν· ἔστι γὰρ καὶ τοῦτο τρόπον τινὰ παρεπιδεικνυμένου. τὸ δʼ ἑτέρου προτείνοντος ἀκροᾶσθαι μετʼ εὐκολίας φιλόλογον καὶ κοινωνικόν. ἂν μή τι τῶν ἰδίων ἐνοχλῇ καὶ κατεπείγῃ πάθος ἐπισχέσεως δεόμενον ἢ νόσημα παρηγορίας. τάχα μὲν γὰρ οὐδʼ ἀμαθίην κρύπτειν ἄμεινον, ὥς φησιν Ἡράκλειτος, Ἡράκλειτος Mullach. 1 p. 315 ἀλλʼ εἰς μέσον τιθέναι καὶ θεραπεύειν. ἂν δʼ ὀργή τις ἢ προσβολὴ δεισιδαιμονίας ἢ διαφορὰ πρὸς οἰκείους σύντονος ἢ περιμανὴς ἐξ ἔρωτος ἐπιθυμία κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν Nauck. p. 696 ἐπιταράξῃ τὴν διάνοιαν, οὐ φευκτέον εἰς ἑτέρους λόγους ἀποδιδράσκοντας τὸν ἔλεγχον, ἀλλὰ περὶ αὐτῶν τούτων ἀκουστέον ἐν ταῖς διατριβαῖς, καὶ μετὰ τὰς διατριβὰς ἰδίᾳ προσιόντας αὐτοὺς καὶ προσανακρίνοντας. ἀλλὰ μὴ τοὐναντίον, ὥσπερ οἱ πολλοὶ χαίρουσι τοῖς φιλοσόφοις περὶ ἄλλων διαλεγομένοις καὶ θαυμάζουσιν· ἂν δὲ τοὺς ἄλλους ἐάσας ὁ φιλόσοφος αὐτοῖς ἐκείνοις ἰδίᾳ παρρησιάζηται περὶ τῶν διαφερόντων καὶ ὑπομιμνήσκῃ, δυσχεραίνουσι καὶ περίεργον νομίζουσιν. ἐπιεικῶς γάρ, ὥσπερ τῶν τραγῳδῶν ἐν τοῖς θεάτροις, καὶ τῶν φιλοσόφων ἐν ταῖς σχολαῖς οἴονται δεῖν ἀκούειν, ἐν δὲ τοῖς ἔξω πράγμασιν οὐδὲν αὐτοὺς ἑαυτῶν διαφέρειν ἡγοῦνται, πρὸς μὲν τοὺς σοφιστὰς εἰκότως τοῦτο πεπονθότες· ἀναστάντες γὰρ ἀπὸ τοῦ θρόνου καὶ ἀποθέμενοι τὰ βιβλία καὶ τὰς εἰσαγωγὰς ἐν τοῖς ἀληθινοῖς τοῦ βίου μέρεσι μικροὶ καὶ ὑπὸ χεῖρα φαίνονται τοῖς πολλοῖς, πρὸς δὲ τοὺς ὄντως φιλοσόφους οὐ καλῶς, ἀγνοοῦντες ὅτι καὶ σπουδὴ καὶ παιδιὰ καὶ νεῦμα καὶ μειδίαμα καὶ σκυθρωπασμὸς αὐτῶν, μάλιστα δʼ ὁ πρὸς ἕκαστον ἰδίᾳ περαινόμενος λόγος ἔχει τινὰ καρπὸν ὠφέλιμον τοῖς ὑπομένειν καὶ προσέχειν ἐθισθεῖσι. δεῖται δὲ καὶ τὸ περὶ τοὺς ἐπαίνους καθῆκον εὐλαβείας τινὸς καὶ μετριότητος διὰ τὸ μήτε τὴν ἔλλειψιν αὐτοῦ μήτε τὴν ὑπερβολὴν ἐλευθέριον εἶναι. βαρὺς μὲν γὰρ ἀκροατὴς καὶ φορτικὸς ὁ πρὸς πᾶν ἄτεγκτος καὶ ἀτενὴς τὸ λεγόμενον, οἰήματος ὑπούλου καὶ περιαυτολογίας ἐνδιαθέτου μεστός, ὡς ἔχων τι τῶν λεγομένων βέλτιον εἰπεῖν, μήτʼ ὀφρῦν ὀφρῦν κατὰ σχῆμα ] ὀφρύος κατάστημα Lobeckius κατὰ σχῆμα κινῶν μήτε φωνὴν εὐγνώμονος μάρτυρα φιληκοΐας προϊέμενος, ἀλλὰ σιγῇ καὶ βαρύτητι καταπλάστῳ καὶ σχηματισμῷ θηρώμενος δόξαν εὐσταθοῦς καὶ βάθος ἔχοντος ἀνδρός, ὥσπερ χρημάτων τῶν ἐπαίνων ὅσον ἄλλῳ μεταδίδωσιν αὑτοῦ δοκῶν ἀφαιρεῖσθαι. πολλοὶ γάρ εἰσιν οἱ κακῶς καὶ παρὰ μέλος τὴν Πυθαγόρου φωνὴν ὑπολαμβάνοντες. ἐκεῖνος μὲν γὰρ ἐκ φιλοσοφίας ἔφησεν αὑτῷ περιγεγονέναι τὸ μηδὲν θαυμάζειν· οὗτοι δὲ τὸ μηδὲν ἐπαινεῖν μηδὲ τιμᾶν, ἐν τῷ καταφρονεῖν τιθέμενοι τὸ σεμνὸν καὶ τό σεμνὸν καὶ scripsi: καὶ τὸ σεμνὸν ὑπεροψίᾳ διώκοντες. ὁ γὰρ φιλόσοφος λόγος τὸ μὲν ἐξ ἀπειρίας ἀπειρίας Xylander: ἀπορίας καὶ ἀγνοίας θαῦμα καὶ θάμβος ἐξαιρεῖ ἐξαιρεῖ W: ἐξαίρει γνώσει καὶ ἱστορίᾳ τῆς περὶ ἕκαστον αἰτίας, τὸ δʼ εὔκολον καὶ μέτριον μέτριον scripsi: μέγα καὶ φιλάνθρωπον οὐκ ἀπόλλυσι. τοῖς γὰρ ἀληθινῶς καὶ βεβαίως ἀγαθοῖς τιμή τε καλλίστη τὸ τιμῆσαί τινα τῶν ἀξίων, καὶ κόσμος εὐπρεπέστατος τὸ ἐπικοσμῆσαι, περιουσίᾳ δόξης καὶ ἀφθονίᾳ γιγνόμενον. γιγνόμενον = ὁ γίγνεται . Cf. p. 40 d οἱ δὲ γλίσχροι περὶ τοὺς ἑτέρων ἐπαίνους ἔτι πένεσθαι καὶ πεινῆν ἐοίκασι τῶν ἰδίων. ὁ δʼ ἐναντίος αὖ πάλιν τούτων, μηδὲν ἐπικρίνων ἀλλὰ κατὰ ῥῆμα καὶ συλλαβὴν ἐφιστάμενος ἐξιστάμενος Emperius καὶ κεκραγώς , ἐλαφρός τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδʼ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ διʼ αἰδῶ καὶ συνεπηχοῦντας. οὐδὲν δʼ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος ἔδοξεν εἶναι. δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς ἔχθραν τινὰ μήτε πρὸς χάριν ἀκούειν ἀλλʼ ἀπὸ γνώμης πρὸς τὸ δίκαιον· ἐν δὲ ταῖς φιλολόγοις ἀκροάσεσιν οὔτε νόμος οὐδεὶς οὔτε ὅρκος ἡμᾶς ἀπείργει μὴ μετʼ εὐνοίας ἀποδέχεσθαι τὸν διαλεγόμενον. ἀλλὰ καὶ τὸν Ἑρμῆν ταῖς Χάρισιν οἱ παλαιοὶ συγκαθίδρυσαν, ὡς μάλιστα τοῦ λόγου τὸ κεχαρισμένον καὶ προσφιλὲς ἀπαιτοῦντος. οὐδὲ γὰρ οἷόν τε παντελῶς οὕτως ἐκβόλιμον εἶναι τὸν λέγοντα καὶ διημαρτημένον, ὥστε μήτε νοῦν τινα παρασχεῖν ἄξιον ἐπαίνου μήτʼ ἀπομνημόνευσιν ἑτέρων μήτʼ αὐτὴν τὴν ὑπόθεσιν τοῦ λόγου καὶ προαίρεσιν, ἀλλὰ μηδὲ λέξιν ἢ διάθεσιν τῶν λεγομένων, ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι, πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπʼ ἀνδρὸς ἁμωσγέπως ἀμωσγέπως R: ἄλλως γέ πως δοκοῦντος ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον; οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων, Πλάτων ] Rep. p. 474 e ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας ἀνακαλῶν μέλανας δʼ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δʼ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ· δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως. πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, διʼ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον ἐπαινῶν φανεῖται. καὶ γὰρ ὁ Πλάτων Πλάτων ] Phaedr. p. 234 e τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον ἀποτετόρνευται. μέμψαιτο δʼ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δʼ ἐνδεὴς χαρίτων ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν. ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας. ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν. ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν· ὡς ἐν ὡς ἐν ] ἐν W ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δʼ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ ἐπʼ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας. οἱ δὲ τοῦ μὲν λέγοντος οἴονταί τι ἔργον εἶναι, τοῦ δʼ ἀκούοντος οὐδέν, ἀλλʼ ἐκεῖνον μὲν ἀξιοῦσιν ἥκειν πεφροντικότα καὶ παρεσκευασμένον, αὐτοὶ δʼ ἄσκεπτοι καὶ ἀφρόντιδες τῶν καθηκόντων ἐμβαλόντες καθέζονται καθάπερ ἀτεχνῶς ἐπὶ δεῖπνον ἥκοντες. εὖ παθεῖν πονουμένων ἑτέρων. καίτοι καὶ συνδείπνου τι χαρίεντος ἔργον ἐστί, πολὺ δὲ μᾶλλον ἀκροατοῦ. κοινωνὸς γάρ ἐστι, τοῦ λόγου καὶ συνεργὸς τοῦ λέγοντος, καὶ οὐ τὰ μὲν ἐκείνου πλημμελήματα πικρῶς ἐξετάζειν ὀφείλει κατὰ ῥῆμα καὶ πρᾶγμα προσάγων προσάγων R: προάγων τὴν εὐθύνην, αὐτὸς δʼ ἀνευθύνως, ἀσχημονεῖν καὶ πολλὰ σολοικίζειν περὶ τὴν ἀκρόασιν, ἀλλʼ ὥσπερ ἐν τῷ σφαιρίζειν τῷ βάλλοντι δεῖ συγκινούμενον εὐρύθμως φέρεσθαι τὸν δεχόμενον, οὕτως ἐπὶ τῶν λόγων ἔστι τις εὐρυθμία καὶ περὶ τὸν λέγοντα καὶ περὶ τὸν ἀκροώμενον, ἂν ἑκάτερος τὸ προσῆκον αὑτῷ φυλάττῃ. δεῖ δὲ μηδὲ ταῖς φωναῖς τῶν ἐπαίνων ὡς ἔτυχε χρῆσθαι. καὶ γὰρ Ἐπίκουρος Ἐπίκουρος ] Diog. L. X 5 ἐπὶ τοῖς τῶν φίλων ἐπιστολίοις κροτοθορύβους γίγνεσθαι παρʼ αὐτῶν παρ’ αὐτῷ ? λέγων ἀηδής ἐστιν. οἱ δὲ τὰς ξένας φωνὰς τοῖς ἀκροατηρίοις νῦν ἐπεισάγοντες, οὗτοι καὶ θείως καὶ θεοφορήτως καὶ ἀπροσίτως ἐπιλέγοντες, ὡς οὐκέτι τοῦ καλῶς καὶ τοῦ σοφῶς καὶ τοῦ ἀληθῶς ἐξαρκοῦντος, οἷς οἱ περὶ Πλάτωνα καὶ Σωκράτη καὶ Ὑπερείδην ἐχρῶντο σημείοις τῶν ἐπαίνων, ὑπερασχημονοῦσι καὶ διαβάλλουσι τοὺς λέγοντας ὡς ὑπερηφάνων τινῶν καὶ περιττῶν δεομένους ἐπαίνων. σφόδρα δʼ ἀηδεῖς εἰσι καὶ οἱ μεθʼ ὅρκου τοῖς λέγουσιν ὥσπερ ἐν δικαστηρίῳ τὰς μαρτυρίας ἀποδιδόντες. οὐχ ἧττον δὲ τούτων οἱ περὶ τὰς ποιότητας ἀστοχοῦντες, ὅταν φιλοσόφῳ μὲν ἐπιφωνῶσι δριμέως, γέροντι δʼ εὐφυῶς ἢ ἀνθηρῶς, τὰς τῶν παιζόντων καὶ πανηγυριζόντων ἐν ταῖς σχολαστικαῖς μελέταις φωνὰς ἐπὶ τοὺς φιλοσόφους μετακομίζοντες καὶ λόγῳ σωφρονοῦντι προσφέροντες ἔπαινον ἑταιρικόν, ὥσπερ ἀθλητῇ κρίνων ἢ ῥόδων στέφανον, οὐ δάφνης οὐδὲ κοτίνου περιτιθέντες Εὐριπίδης μὲν οὖν ὁ, ποιητής, ὡς ὑπολέγοντος αὐτοῦ τοῖς χορευταῖς ᾠδήν τινα πεποιημένην ἐφʼ ἁρμονίας εἷς ἐγέλασεν, εἰ μή τις ἦς ἀναίσθητος εἶπε καὶ ἀμαθής, οὐκ ἂν ἐγέλασας ἐμοῦ μιξολυδιστὶ ᾄδοντος. ἀνὴρ δʼ ἂν οἶμαι φιλόσοφος καὶ πολιτικὸς ἀκροατοῦ διακεχυμένου τρυφὴν ἐκκόψειεν εἰπών σύ μοι δοκεῖς ἀνόητος εἶναι καὶ ἀνάγωγος· οὐ γὰρ ἂν ἐμοῦ διδάσκοντος ἢ νουθετοῦντος ἢ διαλεγομένου περὶ θεῶν ἢ πολιτείας ἢ ἀρχῆς ἐτερέτιζες καὶ προσωρχοῦ τοῖς λόγοις. ὅρα γὰρ ἀληθῶς οἷόν ἐστι. φιλοσόφου λέγοντος ἀπορεῖν τοὺς ἔξωθεν ὑπὸ τῶν ἔνδον βοώντων καὶ ἀλαλαζόντων πότερον αὐλοῦντος ἢ κιθαρίζοντος ἢ ὀρχουμένου τινὸς ὁ ἔπαινός ἐστι.