<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-37c" n="37c"/> τὴν γενομένην μοι σχολὴν περὶ τοῦ ἀκούειν, ὦ Νίκανδρε, ἀπέσταλκά σοι γράψας, ὅπως εἰδῇς τοῦ πείθοντος ὀρθῶς ἀκούειν, ὅτε τῶν προσταττόντων ἀπήλλαξαι τὸ ἀνδρεῖον ἀνειληφὼς ἱμάτιον.
 <milestone unit="tlnum" n="5"/> ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν
 <milestone unit="stephpage" xml:id="stephpage-37d" n="37d"/> ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας· καὶ καθάπερ Ἡρόδοτός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡρόδοτος</foreign>] I 8</note> φησιν ἅμα τῷ χιτῶνι συνεκδύεσθαι
 <milestone unit="tlnum" n="10"/> τὴν αἰδῶ τὰς γυναῖκας, οὕτως ἔνιοι τῶν νέων ἅμα τῷ τὸ παιδικὸν ἱμάτιον ἀποθέσθαι συναποθέμενοι τὸ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ λύσαντες τὴν κατασχηματίζουσαν αὐτοὺς περιβολὴν εὐθὺς ἐμπίπλανται τῆς ἀναγωγίας. σὺ δὲ πολλάκις ἀκηκοὼς
 <milestone unit="tlnum" n="15"/> ὅτι ταὐτόν ἐστι τὸ ἕπεσθαι θεῷ καὶ τὸ πείθεσθαι λόγῳ, νόμιζε τὴν εἰς ἄνδρας ἐκ παίδων ἀγωγὴν
 <milestone unit="stephpage" xml:id="stephpage-37e" n="37e"/> οὐκ ἀρχῆς εἶναι τοῖς εὖ φρονοῦσιν ἀποβολήν, ἀλλὰ μεταβολὴν ἄρχοντος, ἀντὶ μισθωτοῦ τινος ἢ ἀργυρωνήτου θεῖον ἡγεμόνα τοῦ βίου λαμβάνουσι τὸν λόγον, ᾧ τοὺς ἑπομένους ἄξιόν ἐστι μόνους ἐλευθέρους <pb xml:id="v.1.p.92"/> νομίζειν. μόνοι γὰρ ἃ δεῖ βούλεσθαι μαθόντες, ὡς βούλονται ζῶσι· ταῖς δʼ ἀπαιδεύτοις καὶ παραλόγοις ὁρμαῖς καὶ πράξεσιν ἀγεννὲς ἔνεστι καὶ μικρὸν ἐν πολλῷ τῷ μετανοοῦντι τὸ ἑκούσιον.
 <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐπεὶ δʼ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ
 <milestone unit="stephpage" xml:id="stephpage-37f" n="37f"/> μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δʼ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ
 <milestone unit="tlnum" n="10"/> στέργουσιν, οὕτω σε δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτω σε δεῖ</foreign> Duebnerus <foreign xml:lang="grc">οὕτως ἔδει</foreign> </note> πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπʼ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς
  <milestone unit="tlnum" n="15"/> ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον. Οὐκ ἂν ἀηδῶς οἶμαί<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἶμαι</foreign><foreign xml:lang="lat">scripsi:</foreign><foreign xml:lang="grc">δ’ οἶμαι</foreign></note> σε προακοῦσαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προακοῦσαι</foreign> Madvigius: <foreign xml:lang="grc">προσακοῦσαι</foreign> </note> περὶ τῆς ἀκουστικῆς
 <milestone unit="stephpage" xml:id="stephpage-38a" n="38a"/> αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν. οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔτε ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ
 <milestone unit="tlnum" n="20"/> πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων. ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα. τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει διʼ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς
 <milestone unit="tlnum" n="25"/> ψυχῆς, τῇ δʼ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων
 <milestone unit="stephpage" xml:id="stephpage-38b" n="38b"/> ἐστίν, ἂν ᾖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν ᾖ</foreign>] <foreign xml:lang="grc">ἂν</foreign> R</note> καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπʼ ἀρχῆς φυλάττηται. διὸ καὶ <pb xml:id="v.1.p.93"/> Ξενοκράτης τοῖς παισὶ μᾶλλον τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος,
 <milestone unit="tlnum" n="5"/> ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει , τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ
 <milestone unit="tlnum" n="10"/> χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.
 <milestone unit="stephpage" xml:id="stephpage-38c" n="38c"/> οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοὶ τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν,
 <milestone unit="tlnum" n="15"/> αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας. ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διαμενεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">διαμένει</foreign> </note> πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτʼ
 <milestone unit="tlnum" n="20"/> ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι. τὰς γὰρ ἐφʼ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον
 <milestone unit="stephpage" xml:id="stephpage-38d" n="38d"/> ὑποψίας οὐ θυραίους οὐδʼ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλʼ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ
 <milestone unit="tlnum" n="25"/> νοσημάτων πηγάς ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη. <pb xml:id="v.1.p.94"/> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">διὸ δὴ μεγάλην μὲν ὠφέλειαν οὐκ ἐλάττω δὲ κίνδυνον τοῖς νέοις τοῦ ἀκούειν ἔχοντος, οἶμαι καλῶς ἔχειν καὶ πρὸς αὑτὸν ἀεὶ καὶ πρὸς ἕτερον
 <milestone unit="stephpage" xml:id="stephpage-38e" n="38e"/> διαλέγεσθαι περὶ τοῦ ἀκούειν. ἐπεὶ καὶ τούτῳ κακῶς
 <milestone unit="tlnum" n="5"/> τοὺς πλείστους χρωμένους ὁρῶμεν; οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι· καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι. καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν
 <milestone unit="tlnum" n="10"/> σφαῖραν ἡ μάθησις· ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων. ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων
 <milestone unit="tlnum" n="15"/> ἀρχὰς λέγουσιν εἶναι· τῶν δʼ ἀκούειν μὴ δυναμένων
 <milestone unit="stephpage" xml:id="stephpage-38f" n="38f"/> νέων μηδʼ ὠφελεῖσθαι διʼ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως ὁ λόγος ἐκπίπτων <quote rend="blockquote"><l>ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθη</l></quote> τὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων
 <milestone unit="tlnum" n="20"/> ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵνʼ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκφύγῃ</foreign> H: <foreign xml:lang="grc">ἐκφύγοι</foreign> </note> τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλʼ ὃ πάντων καταγελαστότατόν ἐστιν,
 <milestone unit="tlnum" n="25"/>
 <milestone unit="stephpage" xml:id="stephpage-39a" n="39a"/> ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον ἢ πομπὴν ἢ ὄνειρον ἢ λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων <pb xml:id="v.1.p.95"/> ἢ παραινῇ τῶν δεόντων ἢ νουθετῇ πλημμελοῦντας ἢ καταπραΰνῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλʼ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον· εἰ δὲ μή, φεύγοντες
 <milestone unit="tlnum" n="5"/> ἀπίασι πρὸς ἑτέρους λόγους καὶ φλυάρους, ὡς ἀγγεῖα φαῦλα καὶ σαθρὰ τὰ ὦτα πάντων μᾶλλον ἢ
 <milestone unit="stephpage" xml:id="stephpage-39b" n="39b"/> τῶν ἀναγκαίων ἐμπιπλάντες. τοὺς μὲν οὖν ἵππους οἱ καλῶς τρέφοντες εὐστόμους τῷ χαλινῷ, τοὺς δὲ παῖδας εὐηκόους τῷ λόγῳ παρέχουσι, πολλὰ μὲν
 <milestone unit="tlnum" n="10"/> ἀκούειν μὴ πολλὰ δὲ λέγειν διδασκομένους. καὶ γὰρ τὸν Ἐπαμεινώνδαν ὁ Σπίνθαρος ἐπαινῶν ἔφη μήτε πλείονα γιγνώσκοντι μήτʼ ἐλάττονα φθεγγομένῳ ῥᾳδίως ἐντυχεῖν ἑτέρῳ. καὶ τὴν φύσιν ἡμῶν ἑκάστῳ λέγουσι δύο μὲν ὦτα δοῦναι, μίαν δὲ γλῶτταν, ὡς
 <milestone unit="tlnum" n="15"/> ἐλάττονα λέγειν ἢ ἀκούειν ὀφείλοντι. </p></div></div></body></text></TEI>