<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου 
<milestone unit="stephpage" xml:id="stephpage-28b" n="28b"/> τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος· 
<milestone unit="tlnum" n="20"/> τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλʼ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται 
<milestone unit="tlnum" n="25"/> πῶς λέλεκται <quote rend="blockquote"><l>μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων</l></quote> <pb xml:id="v.1.p.68"/> καὶ <quote rend="blockquote"><l>ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται, 
<milestone unit="stephpage" xml:id="stephpage-28c" n="28c"/> </l><l>ἔγχει ὀρεξάσθω</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Δ</foreign> 306</note></quote> τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν, 
<milestone unit="tlnum" n="5"/> οἷα καὶ ταῦτʼ ἐστὶν <quote rend="blockquote"><l>δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Hipp. 424</note><l>ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά</l></quote>, καὶ <quote rend="blockquote"><l>σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πεπραγότα</foreign> Wagnerus: <foreign xml:lang="grc">πεπραχότα</foreign> </note> </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note></quote> 
<milestone unit="tlnum" n="10"/> καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι 
<milestone unit="stephpage" xml:id="stephpage-28d" n="28d"/> λέγωμεν <q>διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πεπράγότα</foreign> H: <foreign xml:lang="grc">πεπραχότα</foreign> </note> καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν 
<milestone unit="tlnum" n="15"/> ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι· διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν;</q> ὁ γὰρ 
<milestone unit="tlnum" n="20"/> οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλʼ ὀρθῶς ἔχειν νομίζων τὸ <q>βλὰξ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βλάξ</foreign> Mullach. 1 p. 326</note> ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι</q> πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδʼ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν 
<milestone unit="tlnum" n="25"/> ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν. 
<milestone unit="stephpage" xml:id="stephpage-28e" n="28e"/> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἐπεὶ δʼ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται <pb xml:id="v.1.p.69"/> καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, 
<milestone unit="tlnum" n="5"/> ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-28f" n="28f"/> παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον 
<milestone unit="tlnum" n="10"/> γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετʼ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 163</note><l>Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον</l></quote> ὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει <quote rend="blockquote"><l>πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. B 226</note><l>εἰσὶν ἐνὶ κλισίῃς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κλισίὴς</foreign> idem: <foreign xml:lang="grc">κλισίῃ</foreign> </note> ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-29a" n="29a"/> </l><l>πρωτίστῳ δίδομεν, εὖτʼ ἂν πτολίεθρον ἕλωμεν</l></quote>, καὶ πάλιν ὁ Ἀχιλλεὺς <quote rend="blockquote"><l>αἴ κέ ποθι Ζεὺς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. A 128</note><l>δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι</l></quote> ὁ δὲ Θερσίτης 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. B 231</note></quote> πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν <pb xml:id="v.1.p.70"/> <quote rend="blockquote"><l>αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Δ</foreign> 402</note></quote>, ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος, <quote rend="blockquote"><l>Ἀτρείδη, φησί, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Δ</foreign> 404</note> εἰπεῖν. 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-29b" n="29b"/> </l><l>ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι</l></quote> ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον 
<milestone unit="tlnum" n="10"/> εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα· τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δʼ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλʼ ἠμείψατο καὶ προσηγόρευσεν, <quote rend="blockquote"><l>ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Δ</foreign> 357</note></quote> 
<milestone unit="tlnum" n="15"/> τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-29c" n="29c"/>ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δʼ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. I 34</note></quote> εὖ δʼ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλʼ ἐν πλήθει παρʼ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν 
<milestone unit="tlnum" n="25"/> λοιμὸν αὐτοῖς ἐπαγαγόντος·<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπαγαγόνοτος</foreign> H: <foreign xml:lang="grc">ἐπαγόντος</foreign> </note> ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα <pb xml:id="v.1.p.71"/> 
<milestone unit="stephpage" xml:id="stephpage-29d" n="29d"/> διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ, <quote rend="blockquote"><l>δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικὲς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. I 70</note><l>πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην 
<milestone unit="tlnum" n="5"/> </l><l>βουλὴν βουλεύσῃ.</l></quote> καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις· τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, 
<milestone unit="tlnum" n="10"/> ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δʼ Ἀχαιοὶ <quote rend="blockquote"><l>σιγῇ δειδιότες σημάντορας</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Δ</foreign> 431</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-29e" n="29e"/> τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. 
<milestone unit="tlnum" n="15"/> ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς ὠχριῶντας. ἔστι δὲ καὶ τῶν 
<milestone unit="tlnum" n="20"/> ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων ἐπαγγέλλεται <quote rend="blockquote"><l> τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. K 325</note><l>νῆʼ Ἀγαμεμνονέην,</l></quote> ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δʼ ἄν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-29f" n="29f"/> φησι φοβηθῆναι μεθʼ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης· καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου <pb xml:id="v.1.p.72"/> θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, <q>οἷον</q> εἶπεν <q>ἡ 
<milestone unit="tlnum" n="5"/> ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ</q> τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες, 
<milestone unit="stephpage" xml:id="stephpage-30a" n="30a"/> <quote rend="blockquote"><l>Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. H 215</note> 
<milestone unit="tlnum" n="10"/> </l><l>Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε</l></quote>, τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δίʼ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα διʼ εὔνοιαν καὶ φόβον 
<milestone unit="tlnum" n="15"/> ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης <quote rend="blockquote"><l> ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. B 220</note></quote>, 
<milestone unit="stephpage" xml:id="stephpage-30b" n="30b"/> ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς 
<milestone unit="tlnum" n="20"/> τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ <quote rend="blockquote"><l> νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. H 226</note><l>οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι, </l><l>καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα</l></quote> καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ 
<milestone unit="tlnum" n="25"/> ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως <quote rend="blockquote"><l>ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. H 231</note><l>καὶ πολέες</l></quote>, <pb xml:id="v.1.p.73"/> οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ 
<milestone unit="stephpage" xml:id="stephpage-30c" n="30c"/> μετὰ πολλῶν ὁμοίως δυνάμενον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυνάμενον</foreign> W: <foreign xml:lang="grc">δυναμένων</foreign> </note> ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ 
<milestone unit="tlnum" n="5"/> πολλοὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ πολλοὶ</foreign>] <foreign xml:lang="grc">πολλοὶ</foreign> W </note> ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν 
<milestone unit="tlnum" n="10"/> ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν. </p></div></div></body></text></TEI>