ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος· τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλʼ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων καὶ ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται, ἔγχει ὀρεξάσθω Homer. Δ 306 τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν, οἷα καὶ ταῦτʼ ἐστὶν δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, Eur. Hipp. 424 ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά , καὶ σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα πεπραγότα Wagnerus: πεπραχότα Nauck. p. 695 καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι λέγωμεν διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα πεπράγότα H: πεπραχότα καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι· διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν; ὁ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλʼ ὀρθῶς ἔχειν νομίζων τὸ βλὰξ βλάξ Mullach. 1 p. 326 ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδʼ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν. ἐπεὶ δʼ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετʼ οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ Homer. A 163 Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον ὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες id. B 226 εἰσὶν ἐνὶ κλισίῃς κλισίὴς idem: κλισίῃ ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν, εὖτʼ ἂν πτολίεθρον ἕλωμεν , καὶ πάλιν ὁ Ἀχιλλεὺς αἴ κέ ποθι Ζεὺς id. A 128 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι ὁ δὲ Θερσίτης ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν id. B 231 πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο Homer. Δ 402 , ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος, Ἀτρείδη, φησί, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα id. Δ 404 εἰπεῖν. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα· τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δʼ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλʼ ἠμείψατο καὶ προσηγόρευσεν, ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον id. Δ 357 τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δʼ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν id. I 34 εὖ δʼ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλʼ ἐν πλήθει παρʼ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν λοιμὸν αὐτοῖς ἐπαγαγόντος· ἐπαγαγόνοτος H: ἐπαγόντος ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ, δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικὲς Homer. I 70 πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις· τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δʼ Ἀχαιοὶ σιγῇ δειδιότες σημάντορας id. Δ 431 τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς ὠχριῶντας. ἔστι δὲ καὶ τῶν ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων ἐπαγγέλλεται τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι id. K 325 νῆʼ Ἀγαμεμνονέην, ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δʼ ἄν φησι φοβηθῆναι μεθʼ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης· καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, οἷον εἶπεν ἡ ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες, Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον, Homer. H 215 Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε , τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δίʼ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα διʼ εὔνοιαν καὶ φόβον ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι id. B 220 , ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος id. H 226 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι, καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν id. H 231 καὶ πολέες , οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ μετὰ πολλῶν ὁμοίως δυνάμενον δυνάμενον W: δυναμένων ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ καὶ πολλοὶ ] πολλοὶ W ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.