<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent">ἐκεῖνο δʼ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους, ἐνδεικνυμένους αὐτοῖς ὅτι 
<milestone unit="tlnum" n="15"/> μιμητικὴν ἡ ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δʼ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει 
<milestone unit="stephpage" xml:id="stephpage-25c" n="25c"/> , τῆς μιμήσεως ἐν τῷ πιθανῷ τὸ ἀγωγὸν ἐχούσης. διὸ καὶ κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα 
<milestone unit="tlnum" n="20"/> ταῖς πράξεσιν ἡ μὴ παντάπασι τῆς ἀληθείας ὀλιγωροῦσα συνεκφέρει μίμησις, ὥσπερ ἡ Ὁμήρου πολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα, μήτε τι φαῦλον ἀρετῇ προσεῖναι μήτε κακίᾳ χρηστὸν ἀξιοῦσιν, ἀλλὰ πάντως μὲν ἐν πᾶσιν ἁμαρτωλὸν 
<milestone unit="tlnum" n="25"/> εἶναι τὸν ἀμαθῆ , περὶ πάντα δʼ αὖ κατορθοῦν τὸν ἀστεῖον. ταῦτα γὰρ ἐν ταῖς σχολαῖς ἀκούομεν· ἐν δὲ τοῖς πράγμασι καὶ τῷ βίῳ τῶν πολλῶν κατὰ τὸν Εὐριπίδην <pb xml:id="v.1.p.61"/> <quote rend="blockquote"><l>οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 294</note> 
<milestone unit="stephpage" xml:id="stephpage-25d" n="25d"/> </l><l>ἀλλʼ ἔστι τις σύγκρασις</l></quote> ἄνευ δὲ, τοῦ ἀληθοῦς μάλιστα μὲν ἡ ποιητικὴ τῷ ποικίλῳ χρῆται καὶ πολυτρόπῳ. τὸ γὰρ ἐμπαθὲς 
<milestone unit="tlnum" n="5"/> καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται πλείστη δὲ χάρις, αἱ μεταβολαὶ παρέχουσι τοῖς μύθοις τὸ δʼ ἁπλοῦν ἀπαθὲς καὶ ἄμυθον. ὅθεν οὔτε νικῶντας ἀεὶ πάντα ποιοῦσι τοὺς αὐτοὺς οὔτʼ εὐημεροῦντας οὔτε κατορθοῦντας 
<milestone unit="tlnum" n="10"/> ἀλλʼ οὐδὲ τοῖς θεοῖς, ὅταν εἰς ἀνθρωπίνας ἐμπέσωσι πράξεις, ἀπαθέσι χρῶνται καὶ ἀναμαρτήτοις, ἵνα μηδαμοῦ τό τε ταράττον καὶ τὸ ἐκπλῆττον ἀργῇ τῆς ποιήσεως ἀκίνδυνον καὶ ἀναγώνιστον γιγνόμενον. 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-25e" n="25e"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ 
<milestone unit="tlnum" n="20"/> βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδʼ ἀκούων μηδʼ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας <quote rend="blockquote"><l>αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Π</foreign> 97</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι, 
<milestone unit="stephpage" xml:id="stephpage-25f" n="25f"/> </l><l>μήτε τις Ἀργείων, νῶιν δʼ ἐκδῦμεν ὄλεθρον, </l><l>ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν</l></quote> καὶ <pb xml:id="v.1.p.62"/> <quote rend="blockquote"><l>οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 421</note> </l><l>Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις </l><l>ἀμφʼ ἐμοὶ</l></quote> καὶ 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. I 452</note> </l><l>τῇ πιθόμην καὶ ἔρεξα</l></quote> καί <quote rend="blockquote"><l>Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Γ</foreign> 365</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-26a" n="26a"/> μηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον ὁ νέος, μηδὲ 
<milestone unit="tlnum" n="10"/> προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλʼ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδʼ ἀνεπιλήπτων παντάπασιν, 
<milestone unit="tlnum" n="15"/> ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δʼ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. ἡ γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις 
<milestone unit="stephpage" xml:id="stephpage-26b" n="26b"/> καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, 
<milestone unit="tlnum" n="20"/> τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα 
<milestone unit="tlnum" n="25"/> καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς μηδʼ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον <pb xml:id="v.1.p.63"/> ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ <q>ὀρθῶς</q> καὶ <q>πρεπόντως</q> τὸ <q>οὐκ ὀρθῶς</q> καὶ <q>ὁ προσηκόντως</q> 
<milestone unit="stephpage" xml:id="stephpage-26c" n="26c"/> οἷον ὁ Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα 
<milestone unit="tlnum" n="5"/> πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δʼ ὢν καὶ μεθʼ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς τὸν</foreign>] <foreign xml:lang="grc">τὸν</foreign>] Aldina</note> ὄχλον, 
<milestone unit="tlnum" n="10"/> ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος <quote rend="blockquote"><l>Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 59</note><l>ἄψ ἀπονοστήσειν</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-26d" n="26d"/> ὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου 
<milestone unit="tlnum" n="15"/> τῶν Ἑλλήνων, οὐκέτʼ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν <quote rend="blockquote"><l>οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. A 90</note></quote>, ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος. 
<milestone unit="tlnum" n="20"/> ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτʼ αὖθις μετανοήσας <quote rend="blockquote"><l>ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. A 220</note> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-26e" n="26e"/> </l><l>μύθῳ Ἀθηναίης</l></quote>, ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς , ὅμως πρὶν ἀνήκεστόν τι <pb xml:id="v.1.p.64"/> δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν ὁ Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπʼ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος 
<milestone unit="tlnum" n="5"/> καὶ βασιλικώτερος. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος <quote rend="blockquote"><l>δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 349</note></quote>, οὗτος δʼ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς 
<milestone unit="stephpage" xml:id="stephpage-26f" n="26f"/> καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ 
<milestone unit="tlnum" n="10"/> πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδʼ αἰσχρὸν ἐποίησε. καὶ μὴν ὁ Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος <quote rend="blockquote"><l>τὸν μὲν ἐγώ, φησί, βούλευσα κατακτάμεν ὀξέι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. I 458</note> 
<milestone unit="tlnum" n="15"/> χαλκῷ </l><l>ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥʼ ἐνὶ θυμῷ </l><l>δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλʼ ἀνθρώπων, </l><l>ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην</l></quote> ὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς· 
<milestone unit="tlnum" n="20"/> ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα 
<milestone unit="stephpage" xml:id="stephpage-27a" n="27a"/> διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα 
<milestone unit="tlnum" n="25"/> πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλʼ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος· ὅπου δʼ ἀσαφῆ τὰ τῆς <pb xml:id="v.1.p.65"/> γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-27b" n="27b"/> τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας <quote rend="blockquote"><l>αἲ γὰρ ἐμοὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign> Homer. <foreign xml:lang="grc">ζ</foreign> 244: <foreign xml:lang="grc">ἐμεῦ</foreign> </note> τοιόσδε πόσις κεκλημένος εἴη </l><l>ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν</l></quote>, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα 
<milestone unit="tlnum" n="10"/> τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια 
<milestone unit="tlnum" n="15"/> καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς 
<milestone unit="stephpage" xml:id="stephpage-27c" n="27c"/> <quote rend="blockquote"><l>οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ς</foreign> 282</note></quote> εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>εὐδαίμων Πολίαγρος </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 667</note><l>οὐράνιον αἶγα πλουτοφόρον τρέφων</l></quote> εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θαρροῦντας</foreign> scripsi: <foreign xml:lang="grc">θαρροῦντες</foreign> </note> καὶ τὸ μέλλον οὐ προσδοκῶντας, 
<milestone unit="tlnum" n="25"/> λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν <pb xml:id="v.1.p.66"/> ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθʼ αὑτὸν 
<milestone unit="stephpage" xml:id="stephpage-27d" n="27d"/> ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται <quote rend="blockquote"><l>μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀγοντες</foreign> idem: <foreign xml:lang="grc">ἔχοντες</foreign> </note> </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">ν</foreign> 216</note></quote>, 
<milestone unit="tlnum" n="5"/> οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν· εἰ δʼ, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν 
<milestone unit="tlnum" n="10"/> χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν 
<milestone unit="stephpage" xml:id="stephpage-27e" n="27e"/> ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς 
<milestone unit="tlnum" n="15"/> ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δʼ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλʼ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων 
<milestone unit="tlnum" n="20"/> ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-27f" n="27f"/> τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες. μάλιστα δὲ τοῦτο δεῖ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεῖ ποιεῖν</foreign> scripsi: <foreign xml:lang="grc">ποιεῖν δεῖ</foreign> </note> ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν <pb xml:id="v.1.p.67"/> ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος <quote rend="blockquote"><l>οὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 247</note></quote> καὶ γὰρ οὗτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὗτος</foreign>] <foreign xml:lang="grc">αὐτὸς</foreign> Emperius Nauck. Eurip. Fr. 430<hi rend="superscript">b</hi> p. 113</note> εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις 
<milestone unit="tlnum" n="5"/> πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ ὁ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς 
<milestone unit="stephpage" xml:id="stephpage-28a" n="28a"/> ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν 
<milestone unit="tlnum" n="10"/> κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Τρωάσι</foreign>] v. 919 Hesiod. OD 739</note> δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον ὁ νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς 
<milestone unit="tlnum" n="15"/> λόγους μᾶλλον ἢ τὰ ἔργα τῆς ἀκολασίας. </p></div></div></body></text></TEI>