<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, 
<milestone unit="tlnum" n="5"/> ἀλλʼ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας ὅμως καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι 
<milestone unit="tlnum" n="10"/> καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι <quote rend="blockquote"><l>τοῦτό νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">δ</foreign> 197</note><l>κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν</l></quote> καὶ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ω</foreign> 525</note><l>ζώειν ἀχνυμένοις</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-22c" n="22c"/> οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν 
<milestone unit="tlnum" n="20"/> ὄντας εἴωθε <q>δειλοὺς</q> καὶ <q>ὀιζυροὺς</q> προσαγορεύειν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς 
<milestone unit="tlnum" n="25"/> λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι <q>ῥιγεδανὸς</q> κακοθάνατός ἐστιν εἰδέναι· <q>δάνον</q>  γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, <q>καμμονίαν</q> δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς <pb xml:id="v.1.p.53"/> 
<milestone unit="stephpage" xml:id="stephpage-22d" n="22d"/> καὶ καρτερίας, Δρύοπες δὲ <q>πόπους</q> τοὺς δαίμονας. τουτὶ δʼ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μέλλομεν</foreign> Madvigius: <foreign xml:lang="grc">μέλλοιμεν</foreign> </note> ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν 
<milestone unit="tlnum" n="5"/> ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρʼ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ <q>οἶκον</q> ποτὲ μὲν τὴν οἰκίαν 
<milestone unit="tlnum" n="10"/> καλοῦσιν <quote rend="blockquote"><l>οἶκον ἐς ὑψόροφον</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">ε</foreign> 42</note></quote> 
      <milestone unit="stephpage" xml:id="stephpage-22e" n="22e"/> ποτὲ δὲ τὴν οὐσίαν <quote rend="blockquote"><l>ἐσθίεταί μοι οἶκος</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">δ</foreign> 318</note></quote>, καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> H: <foreign xml:lang="grc">καὶ τὸν</foreign> </note> <q>βίοτον</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βίοτὸν</foreign> W: <foreign xml:lang="grc">βίον</foreign> </note> ποτὲ μὲν τὸ ζῆν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. N 562</note> 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἀμενήνωσεν δέ οἱ αἰχμὴν </l><l>κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας</l></quote> ποτὲ δὲ τὰ χρήματα <quote rend="blockquote"><l>βίοτον δέ μοι ἄλλοι ἔδουσι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ν</foreign> 419</note></quote>, καὶ τῷ <q>ἀλύειν</q> ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ 
<milestone unit="tlnum" n="20"/> ἀπορεῖσθαι κέχρηται <quote rend="blockquote"><l>ὣς ἔφαθʼ , ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. E 352</note></quote> ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν <quote rend="blockquote"><l>ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ς</foreign> 332. 392</note></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ τῷ <q>θοάζειν</q> ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης <pb xml:id="v.1.p.54"/> <quote rend="blockquote"><l>κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 523</note></quote> ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς 
<milestone unit="stephpage" xml:id="stephpage-22f" n="22f"/> <quote rend="blockquote"><l>τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">OR 2</note><l>ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;</l></quote> 
<milestone unit="tlnum" n="5"/> χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,· οἷόν ἐστι <quote rend="blockquote"><l>νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 643</note></quote> 
<milestone unit="tlnum" n="10"/> τῷ μὲν γὰρ <q>αἰνεῖν</q> σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ <q>καλῶς</q> φαμὲν <q>ἔχειν</q> καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-23a" n="23a"/> <q>χαίρειν</q> κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν <q>ἐπαινὴν Περσεφόνειαν</q> 
<milestone unit="tlnum" n="15"/> ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν 
<milestone unit="tlnum" n="20"/> ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ 
<milestone unit="stephpage" xml:id="stephpage-23b" n="23b"/> <quote rend="blockquote"><l>κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 404</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι</l></quote>, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν <pb xml:id="v.1.p.55"/> δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν <quote rend="blockquote"><l>εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 387</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη</l></quote> τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Phoen. 1013</note> εἰπὼν ἐν ὅρκῳ <quote rend="blockquote"><l>μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον</l></quote> αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους 
<milestone unit="tlnum" n="10"/> λέγοντος 
<milestone unit="stephpage" xml:id="stephpage-23c" n="23c"/> <quote rend="blockquote"><l>τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 247</note><l>συὸς προσώπῳ πάντα τυρβάζει κακὰ</l></quote> τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμήρου</foreign>] H 329</note> λέγοντος 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον </l><l>ἐσκέδασʼ ὀξὺς Ἄρης</l></quote> πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-23d" n="23d"/> ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι <quote rend="blockquote"><l>Ζεῦ πάτερ, Ἴδηθεν μεδέων</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer, <foreign xml:lang="grc">Γ</foreign> 276. H 202. <foreign xml:lang="grc">Ω</foreign> 308</note></quote> καὶ 
      <milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 694</note></quote> τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅταν δ’ ἐπὶ ταῖς αἰτίας</foreign> Hirschigius</note> <pb xml:id="v.1.p.56"/> πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι <quote rend="blockquote"><l>πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν - </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 5</note><l>Διὸς δʼ ἐτελείετο βουλή</l></quote>, 
<milestone unit="tlnum" n="5"/> τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν 
<milestone unit="stephpage" xml:id="stephpage-23e" n="23e"/> πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν 
<milestone unit="tlnum" n="10"/> πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν. <quote rend="blockquote"><l>εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note> 
<milestone unit="tlnum" n="15"/> </l><l>κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.</l></quote> καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον <quote rend="blockquote"><l>μή ποτε δῶρα </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">OD 86</note><l>δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν</l></quote> 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-23f" n="23f"/> ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα 
<milestone unit="tlnum" n="25"/> ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ <pb xml:id="v.1.p.57"/> <quote rend="blockquote"><l>μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">OD 717</note><l>τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων</l></quote>, θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-24a" n="24a"/> μετʼ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ 
<milestone unit="tlnum" n="10"/> λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν 
<milestone unit="tlnum" n="15"/> ἐστι καὶ ταῦτα <quote rend="blockquote"><l>δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 527</note> 

<milestone unit="stephpage" xml:id="stephpage-24b" n="24b"/> </l><l>κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Plat. Rep. p. 379 d</note></quote> καί <quote><l>ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. H 69</note> 

<milestone unit="tlnum" n="20"/> </l><l>ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι</l></quote> καί <quote rend="blockquote"><l>τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">θ</foreign> 81</note><l>Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς</l></quote>, ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν 

<milestone unit="tlnum" n="25"/> αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ ὅλως</foreign> H</note> οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ <pb xml:id="v.1.p.58"/> λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νομίζωμεν</foreign> W: <foreign xml:lang="grc">νομίζομεν</foreign> </note> ὥσπερ ἐν τούτοις 

<milestone unit="stephpage" xml:id="stephpage-24c" n="24c"/> <quote rend="blockquote"><l>αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 540</note><l>Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο· 
<milestone unit="tlnum" n="5"/> </l><l>Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο</l></quote> καί <quote><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note><l>Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν, </l><l>τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ</l></quote> Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, 
<milestone unit="tlnum" n="10"/> κατὰ πολλὰ πράγματα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πολλὰ πράγματα</foreign>] <foreign xml:lang="grc">πολλὰ</foreign> R</note> κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-24d" n="24d"/> δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ 
<milestone unit="tlnum" n="15"/> τοῦτο ποιοῦνται καὶ τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> add. R</note> εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ <q>ἐλαίαν</q> τὸν ἀπὸ τῆς ἐλαίας, καὶ <q>φηγὸν</q> τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 289</note></quote> καὶ <quote rend="blockquote"><l> τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Λ</foreign> 90</note></quote> καὶ <quote rend="blockquote"><l>εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 529</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>εἰς ἀρετὴν καταλυσαμένους βίον</l></quote>, 
<milestone unit="stephpage" xml:id="stephpage-24e" n="24e"/> εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ <pb xml:id="v.1.p.59"/> θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Υ</foreign> 242</note></quote> καὶ τὸ <quote rend="blockquote"><l> πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 313</note></quote>, μὴ <q>καθήσθω</q> τοὺς πλουσίους ἐκπεπληγμένος καὶ <q>τεθηπὼς</q> καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν 
<milestone unit="tlnum" n="10"/> ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ 
<milestone unit="stephpage" xml:id="stephpage-24f" n="24f"/> ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ 
<milestone unit="tlnum" n="15"/> μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος <quote rend="blockquote"><l>τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. 287</note></quote>, ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">τ</foreign> 360</note> <quote rend="blockquote"><l>αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν</l></quote> ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω 
<milestone unit="tlnum" n="20"/> τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-25a" n="25a"/> τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν 
<milestone unit="tlnum" n="25"/> εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν <quote rend="blockquote"><l>ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">δ</foreign> 93</note></quote> <pb xml:id="v.1.p.60"/> καὶ Μένανδρος <quote rend="blockquote"><l>ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 266</note><l>καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός</l></quote>, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν 
<milestone unit="tlnum" n="5"/> ὅταν λέγῃ 
<milestone unit="stephpage" xml:id="stephpage-25b" n="25b"/> <quote rend="blockquote"><l>μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Med. 603</note></quote> καί <quote rend="blockquote"><l>τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Phoen. 552</note></quote> 
<milestone unit="tlnum" n="10"/> ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων. </p></div></div></body></text></TEI>