δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλʼ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας ὅμως καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι τοῦτό νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι, Homer. δ 197 κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν καὶ ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, id. Ω 525 ζώειν ἀχνυμένοις οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε δειλοὺς καὶ ὀιζυροὺς προσαγορεύειν. ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι ῥιγεδανὸς κακοθάνατός ἐστιν εἰδέναι· δάνον γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, καμμονίαν δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς καὶ καρτερίας, Δρύοπες δὲ πόπους τοὺς δαίμονας. τουτὶ δʼ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν μέλλομεν Madvigius: μέλλοιμεν ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρʼ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ οἶκον ποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν οἶκον ἐς ὑψόροφον Homer. ε 42 ποτὲ δὲ τὴν οὐσίαν ἐσθίεταί μοι οἶκος id. δ 318 , καὶ καὶ H: καὶ τὸν βίοτον βίοτὸν W: βίον ποτὲ μὲν τὸ ζῆν Homer. N 562 ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας ποτὲ δὲ τὰ χρήματα βίοτον δέ μοι ἄλλοι ἔδουσι id. ν 419 , καὶ τῷ ἀλύειν ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται ὣς ἔφαθʼ , ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς id. E 352 ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; id. ς 332. 392 καὶ τῷ θοάζειν ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός, Nauck. p. 523 ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε OR 2 ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,· οἷόν ἐστι νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι Hesiod. OD 643 τῷ μὲν γὰρ αἰνεῖν σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ καλῶς φαμὲν ἔχειν καὶ χαίρειν κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν ἐπαινὴν Περσεφόνειαν ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ Bergk. 2 p. 404 ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι , αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα Bergk. 2 p. 387 Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης Εὐριπίδης ] Phoen. 1013 εἰπὼν ἐν ὅρκῳ μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους λέγοντος τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης Nauck. p. 247 συὸς προσώπῳ πάντα τυρβάζει κακὰ τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου Ὁμήρου ] H 329 λέγοντος τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασʼ ὀξὺς Ἄρης πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι Ζεῦ πάτερ, Ἴδηθεν μεδέων Homer, Γ 276. H 202. Ω 308 καὶ ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος; Nauck. p. 694 τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις ὅταν δ’ ἐπὶ ταῖς αἰτίας Hirschigius πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν - Homer. A 5 Διὸς δʼ ἐτελείετο βουλή , τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν. εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων Nauck. p. 695 κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς. καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον μή ποτε δῶρα OD 86 δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ OD 717 τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων , θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν μετʼ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει Homer. Ω 527 κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν Plat. Rep. p. 379 d καί ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, Homer. H 69 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι καί τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ id. θ 81 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς , ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως τὸ ὅλως H οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν, νομίζωμεν W: νομίζομεν ὥσπερ ἐν τούτοις αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν, Homer. Λ 540 Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο· Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο καί Nauck. p. 695 Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν, τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα πολλὰ πράγματα ] πολλὰ R κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν τὴν add. R εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ ἐλαίαν τὸν ἀπὸ τῆς ἐλαίας, καὶ φηγὸν τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν Hesiod. OD 289 καὶ τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας Homer. Λ 90 καὶ εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, Nauck. p. 529 εἰς ἀρετὴν καταλυσαμένους βίον , εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε Homer. Υ 242 καὶ τὸ πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ Hesiod. OD 313 , μὴ καθήσθω τοὺς πλουσίους ἐκπεπληγμένος καὶ τεθηπὼς καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι id. 287 , ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος Ὅμηρος ] τ 360 αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω Homer. δ 93 καὶ Μένανδρος ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος Meinek. IV p. 266 καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός , Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος Med. 603 καί τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς Phoen. 552 ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.