<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="3"><p rend="indent">ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν ἀντίστροφος τῇ ζωγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζωγραφίαν μὲν εἶναι 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-18a" n="18a"/> φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζωγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν ἢ πίθηκον ἢ Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλʼ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται 
<milestone unit="tlnum" n="25"/> καλὸν γενέσθαι τὸ αἰσχρόν· ἡ δὲ μίμησις, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ <pb xml:id="v.1.p.42"/> σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν 
<milestone unit="tlnum" n="5"/> καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-18b" n="18b"/>Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν ἡ μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται 
<milestone unit="tlnum" n="10"/> προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτʼ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλʼ 
<milestone unit="tlnum" n="15"/> ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον 
<milestone unit="stephpage" xml:id="stephpage-18c" n="18c"/> τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα· καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δʼ Ἀριστοφῶντος Φιλοκτήτην 
<milestone unit="tlnum" n="20"/> καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως 
<milestone unit="tlnum" n="25"/> ὁ νέος ἀναγιγνώσκων ἃ Θερσίτης ὁ γελωτοποιὸς ἢ Σίσυφος ὁ φθορεὺς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φθόρος</foreign> H</note> ἢ Βάτραχος ὁ πορνοβοσκὸς λέγων 
<milestone unit="stephpage" xml:id="stephpage-18d" n="18d"/> ἢ πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ <pb xml:id="v.1.p.43"/> διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καλῶς τι</foreign> H: <foreign xml:lang="grc">καλῶς</foreign> </note> καὶ καλῶς τι μιμεῖσθαι, καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς 
<milestone unit="tlnum" n="5"/> τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δʼ ἥρμοττον. καὶ τὸ <quote rend="blockquote"><l>εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Phoen. 524</note> 
<milestone unit="tlnum" n="10"/> </l><l>κάλλιστον ἀδικεῖν</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-18e" n="18e"/> καὶ τὸ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 652</note> </l><l>τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς</l></quote> καὶ <quote><l>τάλαντον ἡ προίξ. μὴ λάβω;<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λάβω; ζῆν</foreign> Grotius: <foreign xml:lang="grc">λαβὼν καὶ ζῆν</foreign> </note> ζῆν δʼ ἔστι μοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 668</note> </l><l>τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου </l><l>προέμενος; οὐ δώσω δὲ κἀν ᾍδου δίκην </l><l>ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν</l></quote> μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ 
<milestone unit="tlnum" n="20"/> καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτʼ οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-18f" n="18f"/> ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλʼ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο 
<milestone unit="tlnum" n="25"/> τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ <pb xml:id="v.1.p.44"/> πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄθρωπον</foreign> W: <foreign xml:lang="grc">ἀνθρωπων</foreign>. Delendum mihi vid.</note> ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ 
<milestone unit="tlnum" n="5"/> δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν. 
<milestone unit="stephpage" xml:id="stephpage-19a" n="19a"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ. καθάπερ ὁ 
<milestone unit="tlnum" n="10"/>Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος πεποίηκεν <quote rend="blockquote"><l>ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 131</note> </l><l>θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, </l><l>ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά, </l><l>μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-19b" n="19b"/> ἄριστα δʼ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται· καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων· προσυνίστησι μὲν οὕτως <quote rend="blockquote"><l>αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">ζ</foreign> 148</note> </l></quote> καὶ 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>τόνδʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. B 189</note> </l></quote> ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τʼ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς προείρηκεν 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, </l><l>ἀλλὰ κακῶς ἀφίει,</l></quote> <pb xml:id="v.1.p.45"/> 
<milestone unit="stephpage" xml:id="stephpage-19c" n="19c"/> τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον· τῷ τʼ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν <quote rend="blockquote"><l>οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. A 225</note></quote> τὴν αὑτοῦ κρίσιν ὑπειπὼν 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. A 223</note><l>Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο</l></quote> καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετʼ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων <quote rend="blockquote"><l>ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 24</note> 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-19d" n="19d"/> </l><l>πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας</l></quote> εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">θ</foreign> 329</note></quote>, ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας <quote rend="blockquote"><l>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Θ</foreign> 198</note></quote>, ἐπὶ δὲ τῆς Πανδάρου τοξείας 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Δ</foreign> 104</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-19e" n="19e"/> αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος· ἑτέρας δʼ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 389</note> εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, <q>οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ <pb xml:id="v.1.p.46"/> προσηλῶσαι</q> παρὰ δʼ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δʼ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-19f" n="19f"/> νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπʼ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δʼ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. 
<milestone unit="tlnum" n="10"/> τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τινὰ</foreign> H: <foreign xml:lang="grc">τινὸς</foreign> </note> κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς 
<milestone unit="tlnum" n="15"/> προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾄσματα πονηρὰ 
<milestone unit="stephpage" xml:id="stephpage-20a" n="20a"/> καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γυναικοκρατίαν</foreign> Meziriacus</note> ἀγαπῶντας 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hom. <foreign xml:lang="grc">θ</foreign> 249</note></quote>. διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν <quote rend="blockquote"><l>ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">θ</foreign> 492</note></quote> καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν 
<milestone unit="tlnum" n="25"/> ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς περὶ τῆς Ἥρας 
<milestone unit="stephpage" xml:id="stephpage-20b" n="20b"/> ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ <pb xml:id="v.1.p.47"/> δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ 
<milestone unit="tlnum" n="5"/> ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν <quote rend="blockquote"><l>ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hom. O 32</note><l>ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μʼ ἀπάτησας</l></quote> ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην 
<milestone unit="tlnum" n="10"/> τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, 
<milestone unit="stephpage" xml:id="stephpage-20c" n="20c"/> νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος 
<milestone unit="tlnum" n="15"/> εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν ἐν τῇ διαφορᾷ τῶν πολιτευομένων. αἱ δὲ 
<milestone unit="tlnum" n="20"/> τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-20d" n="20d"/> <quote rend="blockquote"><l>πόλλʼ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 345</note><l>τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς</l></quote> καὶ πάλιν <pb xml:id="v.1.p.48"/> <quote rend="blockquote"><l> χρυσοῦ σε πλήθει, τούσδε δʼ οὐ χαίρειν χρεών </l><l> σκαιὸν τὸ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign> Stobaeus Flor. 93, 7 (Nauck. p. 542): <foreign xml:lang="grc">γε</foreign> </note> πλουτεῖν κἄλλο μηδὲν εἰδέναι</l></quote> καὶ <quote rend="blockquote"><l>τί δῆτα θύειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θύειν</foreign> Cobetus: <foreign xml:lang="grc">οὗσιν</foreign> </note> δεῖ σε κατθανούμενον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck p. 694</note> 
<milestone unit="tlnum" n="5"/> </l><l> ἄμεινον· οὐδεὶς κάματος εὐσεβεῖν θεούς.</l></quote> τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δʼ εἴρηται μὲν ἀτόπως 
<milestone unit="stephpage" xml:id="stephpage-20e" n="20e"/> εὐθὺς δʼ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς 
<milestone unit="tlnum" n="10"/> τοὐναντίον εἰρημένοις ὑπʼ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλʼ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους.<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεχομένους</foreign> (sc. <foreign xml:lang="grc">ταῦτα</foreign>) scripsi: <foreign xml:lang="grc">λεγομένοις</foreign> </note> εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ 
<milestone unit="tlnum" n="15"/> χαλεπότητας <quote rend="blockquote"><l>οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. H 358</note></quote> καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα <quote rend="blockquote"><l>θεοὶ ῥεῖα ζώοντες</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. Z 138</note></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ <quote rend="blockquote"><l>τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ζ</foreign> 46</note></quote> καί 
<milestone unit="stephpage" xml:id="stephpage-20f" n="20f"/> <quote rend="blockquote"><l>ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ω</foreign> 525</note><l>ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν.</l></quote> 
<milestone unit="tlnum" n="25"/> αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ <pb xml:id="v.1.p.49"/> ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος <quote rend="blockquote"><l>πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 519</note> 
<milestone unit="stephpage" xml:id="stephpage-21a" n="21a"/> </l><l>σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες</l></quote> 
<milestone unit="tlnum" n="5"/> οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ <quote rend="blockquote"><l>εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 355</note></quote>, βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος <quote><l>χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Isthm. IV 48</note></quote>, 
<milestone unit="tlnum" n="10"/> ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι <quote rend="blockquote"><l>τὸ πὰρ δίκαν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Isthm. VII. 47</note><l>γλυκὺ πικροτάτα μένει τελευτά</l><note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γλυκὺ</foreign> Pindarus: <foreign xml:lang="grc">γλυκεὶ</foreign> </note></quote>, καὶ τοῦ Σοφοκλέους <quote rend="blockquote"><l>τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἴῃ</foreign>Brunckius: <foreign xml:lang="grc">εἴη</foreign></note><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck p. 246</note></quote>, 
<milestone unit="tlnum" n="15"/> καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς <quote rend="blockquote"><l>οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 246</note></quote> 
      <milestone unit="stephpage" xml:id="stephpage-21b" n="21b"/> πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου <quote rend="blockquote"><l>δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔς</foreign> Stobaeus Flor. 91, 27: <foreign xml:lang="grc">πρός</foreign> </note> τε τἄβατα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τἄβατα καὶ πρὸς τὰ βατὰ</foreign> Stephanus: <foreign xml:lang="grc">τὰ βατὰ καὶ πρὸς τ’ ἄβατα</foreign> </note> </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 118</note><l>καὶ πρὸς τὰ βατὰ κἄπωθεν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κἄπωθεν ὤν</foreign> scripsi: <foreign xml:lang="grc">καὶ ὁπόθεν</foreign> </note> ὤν· πένης δʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δ’</foreign> add. R</note> ἀνὴρ 
<milestone unit="tlnum" n="20"/> </l><l>οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν. </l><l>καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον </l><l>γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν</l></quote> ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτʼ ἐστὶ <pb xml:id="v.1.p.50"/> <quote rend="blockquote"><l>γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 247</note></quote> <quote rend="blockquote"><l>οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 247</note></quote> καί 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-21c" n="21c"/> <quote rend="blockquote"><l>ἀλλὰ τῶν πολλῶν καλῶν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 207</note><l>τίς χάρις, εἰ κακόβουλος </l><l>φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;</l></quote> ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 266</note><l>τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς</l></quote> πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. IV p. 282</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-21d" n="21d"/> ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει 
<milestone unit="tlnum" n="20"/> τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. III p. 518</note><l>τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι 
      <milestone unit="stephpage" xml:id="stephpage-21e" n="21e"/> </l><l>τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ,</l></quote> <pb xml:id="v.1.p.51"/> <quote rend="blockquote"><l>τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ φαγεῖν τὸ πιεῖν</foreign> H ex p. 445 f.: <foreign xml:lang="grc">τὸ πεῖεν τὸ φαγεῖν</foreign> </note><l>τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν</l></quote>, ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς 
<milestone unit="tlnum" n="5"/> δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-21f" n="21f"/> ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο 
<milestone unit="tlnum" n="10"/> τὸν ἐχθρόν, <q>αὐτός</q> ἔφη <q>καλὸς κἀγαθὸς γενόμενος</q> δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας <quote rend="blockquote"><l>ὡς τρισόλβιοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 247</note> 
<milestone unit="tlnum" n="15"/> </l><l>κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη </l><l>μόλωσʼ ἐς ᾍδου· </l><l>ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά</l></quote> Διογένης δʼ ἀκούσας τι τοιοῦτο <q>τί λέγεις;</q> ἔφη. <q>κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-22a" n="22a"/> ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται;</q> Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μαινάδα</foreign>] Bergk. 3 p. 620</note> θυιάδα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θυιάδα</foreign> idem: <foreign xml:lang="grc">θυάδα</foreign> </note> φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε <q>τοιαύτη σοι θυγάτηρ γένοιτο.</q> χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Theogn. 177</note><l>οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται</l></quote> <pb xml:id="v.1.p.52"/> <q>πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;</q> 
<milestone unit="stephpage" xml:id="stephpage-22b" n="22b"/> </p></div></div></body></text></TEI>