ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν ἀντίστροφος τῇ ζωγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζωγραφίαν μὲν εἶναι φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζωγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν ἢ πίθηκον ἢ Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλʼ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται καλὸν γενέσθαι τὸ αἰσχρόν· ἡ δὲ μίμησις, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν ἡ μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτʼ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλʼ ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα· καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δʼ Ἀριστοφῶντος Φιλοκτήτην καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως ὁ νέος ἀναγιγνώσκων ἃ Θερσίτης ὁ γελωτοποιὸς ἢ Σίσυφος ὁ φθορεὺς φθόρος H ἢ Βάτραχος ὁ πορνοβοσκὸς λέγων ἢ πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι καλῶς τι H: καλῶς καὶ καλῶς τι μιμεῖσθαι, καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δʼ ἥρμοττον. καὶ τὸ εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι Eurip. Phoen. 524 κάλλιστον ἀδικεῖν καὶ τὸ τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, Nauck. p. 652 τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς καὶ τάλαντον ἡ προίξ. μὴ λάβω; λάβω; ζῆν Grotius: λαβὼν καὶ ζῆν ζῆν δʼ ἔστι μοι Meinek. IV p. 668 τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου προέμενος; οὐ δώσω δὲ κἀν ᾍδου δίκην ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτʼ οὐκ ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλʼ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων ἄθρωπον W: ἀνθρωπων . Delendum mihi vid. ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν. ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ. καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος πεποίηκεν ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, Meinek. IV p. 131 θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί ἄριστα δʼ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται· καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων· προσυνίστησι μὲν οὕτως αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον Homer. ζ 148 καὶ τόνδʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς id. B 189 ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τʼ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς προείρηκεν ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον· τῷ τʼ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο Homer. A 225 τὴν αὑτοῦ κρίσιν ὑπειπὼν Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν id. A 223 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετʼ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, id. Ψ 24 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν id. θ 329 , ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη id. Θ 198 , ἐπὶ δὲ τῆς Πανδάρου τοξείας ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν id. Δ 104 αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος· ἑτέρας δʼ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 389 εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ προσηλῶσαι παρὰ δʼ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δʼ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπʼ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δʼ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ τινὰ H: τινὸς κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾄσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν γυναικοκρατίαν Meziriacus ἀγαπῶντας εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς Hom. θ 249 . διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον, id. θ 492 καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, Hom. O 32 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μʼ ἀπάτησας ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν ἐν τῇ διαφορᾷ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις πόλλʼ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. Nauck. p. 345 τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς καὶ πάλιν χρυσοῦ σε πλήθει, τούσδε δʼ οὐ χαίρειν χρεών σκαιὸν τὸ τὸ Stobaeus Flor. 93, 7 (Nauck. p. 542): γε πλουτεῖν κἄλλο μηδὲν εἰδέναι καὶ τί δῆτα θύειν θύειν Cobetus: οὗσιν δεῖ σε κατθανούμενον Nauck p. 694 ἄμεινον· οὐδεὶς κάματος εὐσεβεῖν θεούς. τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δʼ εἴρηται μὲν ἀτόπως εὐθὺς δʼ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπʼ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλʼ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους. δεχομένους (sc. ταῦτα ) scripsi: λεγομένοις εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι Homer. H 358 καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα θεοὶ ῥεῖα ζώοντες id. Z 138 καὶ τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα id. ζ 46 καί ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι; id. Ω 525 ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν. αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων Nauck. p. 519 σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί id. p. 355 , βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν Isthm. IV 48 , ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι τὸ πὰρ δίκαν Isthm. VII. 47 γλυκὺ πικροτάτα μένει τελευτά γλυκὺ Pindarus: γλυκεὶ , καὶ τοῦ Σοφοκλέους τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ ἴῃ Brunckius: εἴη Nauck p. 246 , καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι Nauck. p. 246 πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς ἔς Stobaeus Flor. 91, 27: πρός τε τἄβατα τἄβατα καὶ πρὸς τὰ βατὰ Stephanus: τὰ βατὰ καὶ πρὸς τ’ ἄβατα id. p. 118 καὶ πρὸς τὰ βατὰ κἄπωθεν κἄπωθεν ὤν scripsi: καὶ ὁπόθεν ὤν· πένης δʼ δ’ add. R ἀνὴρ οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν. καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτʼ ἐστὶ γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ Nauck. p. 247 οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ id. p. 247 καί ἀλλὰ τῶν πολλῶν καλῶν id. p. 207 τίς χάρις, εἰ κακόβουλος φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον; ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει Meinek. IV p. 266 τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ id. IV p. 282 ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. id. III p. 518 τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν τὸ φαγεῖν τὸ πιεῖν H ex p. 445 f.: τὸ πεῖεν τὸ φαγεῖν τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν , ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, αὐτός ἔφη καλὸς κἀγαθὸς γενόμενος δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας ὡς τρισόλβιοι Nauck. p. 247 κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη μόλωσʼ ἐς ᾍδου· ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά Διογένης δʼ ἀκούσας τι τοιοῦτο τί λέγεις; ἔφη. κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται; Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα μαινάδα ] Bergk. 3 p. 620 θυιάδα θυιάδα idem: θυάδα φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε τοιαύτη σοι θυγάτηρ γένοιτο. χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν Theogn. 177 οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;