<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent">τὴν δʼ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν <pb xml:id="v.1.p.83"/> διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν <quote rend="blockquote"><l>οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">OD 348</note></quote> καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ 
<milestone unit="tlnum" n="5"/> πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος <quote rend="blockquote"><l>τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 523</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-34c" n="34c"/> ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταυτὰ</foreign>] <foreign xml:lang="grc">ταυτὸν</foreign> H</note> εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος 
<milestone unit="tlnum" n="10"/> νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους 
<milestone unit="tlnum" n="15"/> ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος <quote rend="blockquote"><l>μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 103</note></quote> 
<milestone unit="tlnum" n="20"/> τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ 
<milestone unit="stephpage" xml:id="stephpage-34d" n="34d"/> λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως <quote rend="blockquote"><l>σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 653</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;</l></quote> καὶ πρὸς τὸν ἄσωτον οἴωνται<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οἴωνται</foreign> H: <foreign xml:lang="grc">οἴονται</foreign> </note> λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον <pb xml:id="v.1.p.84"/> <quote rend="blockquote"><l>πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς,</l></quote> ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας; <quote rend="blockquote"><l>μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 294</note> 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-34e" n="34e"/> </l><l>ὃν χὠ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χὠ</foreign> nescio quis: <foreign xml:lang="grc">καὶ ὁ</foreign> </note> κάκιστος ῥᾳδίως ἐκτήσατο.</l></quote> οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας. <quote rend="blockquote"><l> τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 695</note></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ <quote rend="blockquote"><l>Δύσπαρι εἶδος ἄριστε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Γ</foreign> 39</note></quote> καὶ τὸ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-34f" n="34f"/> <quote rend="blockquote"><l>Ἕκτορ εἶδος ἄριστε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. P 142</note></quote> ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς 
<milestone unit="tlnum" n="20"/> νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸ <q>χρήμασιν ἄριστε</q> καὶ <q>δείπνοις ἄριστε</q> καὶ <q>παισὶν ἢ ὑποζυγίοις ἄριστε</q> καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς <q>ἄριστε</q> 
<milestone unit="stephpage" xml:id="stephpage-35a" n="35a"/> δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς 
<milestone unit="tlnum" n="25"/> μεγίστοις· ἡ δʼ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δʼ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦ τοὺς</foreign> H</note> ψόγους <pb xml:id="v.1.p.85"/> ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν· ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν 
<milestone unit="tlnum" n="5"/> οὐ καλοὺς οὐδὲ πλουσίους οὐδʼ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται 
<milestone unit="stephpage" xml:id="stephpage-35b" n="35b"/> <quote rend="blockquote"><l> διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. B 173</note></quote> 
<milestone unit="tlnum" n="10"/> καὶ <quote rend="blockquote"><l>Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. H 47</note></quote> καὶ <quote rend="blockquote"><l>ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. T 216</note></quote> καὶ <quote rend="blockquote"><l> δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Λ</foreign> 608</note></quote> ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, 
<milestone unit="tlnum" n="15"/> ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες <quote rend="blockquote"><l>οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. A 225</note></quote> καί 
<milestone unit="stephpage" xml:id="stephpage-35c" n="35c"/> <quote rend="blockquote"><l>αἶαν νεῖκος ἄριστε, κακοφραδές</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 483</note></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ <quote rend="blockquote"><l>Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 474</note> ἔμεναι</l></quote> καὶ <quote rend="blockquote"><l>αἶαν ἁμαρτοεπὲς βουγάιε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. N 824</note></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλʼ ἀκριτόμυθος <pb xml:id="v.1.p.86"/> λοιδορεῖται, τὸν δʼ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος <quote rend="blockquote"><l>ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer <foreign xml:lang="grc">Φ</foreign> 331</note></quote> οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν 
<milestone unit="tlnum" n="5"/> ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτʼ αἰσχρὸν τὸ μὴ διʼ ἡμᾶς ἀλλʼ ἀπὸ 
<milestone unit="stephpage" xml:id="stephpage-35d" n="35d"/> τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ 
<milestone unit="tlnum" n="10"/> ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 9</note><l>ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν</l></quote> ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς 
<milestone unit="tlnum" n="20"/> αὐτὸν 
<milestone unit="stephpage" xml:id="stephpage-35e" n="35e"/> <quote rend="blockquote"><l>ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">23 Nauck. p. 695</note></quote> ἀπεκρίνατο <quote rend="blockquote"><l>σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο</l></quote> καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται 
<milestone unit="tlnum" n="25"/> τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δʼ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως. <pb xml:id="v.1.p.87"/> </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-35f" n="35f"/> βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες 
<milestone unit="tlnum" n="5"/> ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ 
<milestone unit="tlnum" n="10"/> πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ 
<milestone unit="stephpage" xml:id="stephpage-36a" n="36a"/>Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον 
<milestone unit="tlnum" n="15"/> ὅτι τὸ μὲν <quote rend="blockquote"><l>οὔ τοι, τέκνον ἐμόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὔ τοι τέκνον ἐμὸν</foreign> Homerus E 428: <foreign xml:lang="grc">τέκνον ἐμὸν οὔ τοι</foreign> </note> δέδοται πολεμήια ἔργα, </l><l>ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο</l></quote> καὶ τὸ <quote><l>Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο</l></quote> 
<milestone unit="tlnum" n="20"/> οὐδὲν διαφέρει τοῦ <q>γνῶθι σαυτόν,</q> ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ <quote rend="blockquote"><l>νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 40</note></quote> καὶ τὸ <quote rend="blockquote"><l>ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. 265</note></quote> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-36b" n="36b"/> ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Γοργίᾳ</foreign>] p. 473 a</note> καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ <q>τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι</q> <pb xml:id="v.1.p.88"/> καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου <quote rend="blockquote"><l> θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 83</note></quote> ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ 
<milestone unit="tlnum" n="5"/> καὶ θαυμαζόμενον, ὡς <q>οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν</q> ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ 
<milestone unit="tlnum" n="10"/> παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ <quote rend="blockquote"><l>ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 647</note> 
<milestone unit="stephpage" xml:id="stephpage-36c" n="36c"/> </l><l>οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων </l><l>ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται</l></quote> 
<milestone unit="tlnum" n="15"/> τί διαφέρει τοῦ <q>πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον,</q> ὡς Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Epist. III p. 315 c</note> ἔλεγε. τὸ δὲ <quote rend="blockquote"><l>φάσωμεν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 580</note><l>πιστὸν κῦδος ἔχειν ἀρετάν· </l><l>πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ</l></quote> 
<milestone unit="tlnum" n="20"/> λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό <quote rend="blockquote"><l> ἐγὼ δʼ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 523</note><l>οὐδὲν πρεσβύτερον νομίζω </l><l> τᾶς σωφροσύνας, ἐπεὶ 
<milestone unit="tlnum" n="25"/> </l><l>τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι</l></quote> <pb xml:id="v.1.p.89"/> <quote rend="blockquote"><l>τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 523</note><l>δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-36d" n="36d"/> ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς 
<milestone unit="tlnum" n="5"/> ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν 
<milestone unit="tlnum" n="10"/> τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ 
<milestone unit="stephpage" xml:id="stephpage-36e" n="36e"/> ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων 
<milestone unit="tlnum" n="15"/> δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν 
<milestone unit="tlnum" n="20"/> μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-36f" n="36f"/> <quote rend="blockquote"><l>τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 395</note> </l><l>τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον </l><l>χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων</l></quote> καὶ <pb xml:id="v.1.p.90"/> <quote rend="blockquote"><l>ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 507</note><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> καὶ <quote><l>ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 696</note></quote> 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-37a" n="37a"/> καὶ <quote rend="blockquote"><l>ἡ βροτῶν τʼ εὐπραξία </l><l>τῶν τἀλάχιστα γίγνεται λυπουμένων</l></quote> ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς <q>ὁ θάνατος οὐδὲν πρὸς 
<milestone unit="tlnum" n="10"/> ἡμᾶς</q> καὶ <q>ὁ τῆς φύσεως πλοῦτος ὥρισται</q> καὶ <q>τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις 
<milestone unit="stephpage" xml:id="stephpage-37b" n="37b"/> ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα.</q> Διὸ καὶ τούτων 
<milestone unit="tlnum" n="15"/> ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.</p></div></div></body></text></TEI>