τὴν δʼ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη OD 348 καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; Nauck. p. 523 ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ ταυτὰ ] ταυτὸν H εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει Meinek. IV p. 103 τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, Nauck. p. 653 ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς; καὶ πρὸς τὸν ἄσωτον οἴωνται οἴωνται H: οἴονται λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς, ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας; μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν Nauck. p. 294 ὃν χὠ χὠ nescio quis: καὶ ὁ κάκιστος ῥᾳδίως ἐκτήσατο. οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας. τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα Nauck. p. 695 καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ Δύσπαρι εἶδος ἄριστε Homer. Γ 39 καὶ τὸ Ἕκτορ εἶδος ἄριστε id. P 142 ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸ χρήμασιν ἄριστε καὶ δείπνοις ἄριστε καὶ παισὶν ἢ ὑποζυγίοις ἄριστε καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς ἄριστε δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις· ἡ δʼ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δʼ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς τοῦ τοὺς H ψόγους ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν· ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδʼ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ Homer. B 173 καὶ Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε id. H 47 καὶ ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν id. T 216 καὶ δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ id. Λ 608 ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο id. A 225 καί αἶαν νεῖκος ἄριστε, κακοφραδές id. Ψ 483 καὶ Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην id. Ψ 474 ἔμεναι καὶ αἶαν ἁμαρτοεπὲς βουγάιε id. N 824 καὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλʼ ἀκριτόμυθος λοιδορεῖται, τὸν δʼ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος Homer Φ 331 οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτʼ αἰσχρὸν τὸ μὴ διʼ ἡμᾶς ἀλλʼ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον Meinek. IV p. 9 ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς, 23 Nauck. p. 695 ἀπεκρίνατο σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δʼ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως. καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν οὔ τοι, τέκνον ἐμόν, οὔ τοι τέκνον ἐμὸν Homerus E 428: τέκνον ἐμὸν οὔ τοι δέδοται πολεμήια ἔργα, ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο καὶ τὸ Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο οὐδὲν διαφέρει τοῦ γνῶθι σαυτόν, ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς Hesiod. OD 40 καὶ τὸ ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη id. 265 ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ Γοργίᾳ ] p. 473 a καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον Nauck. p. 83 ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν, id. p. 647 οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται τί διαφέρει τοῦ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον, ὡς Πλάτων Πλάτων ] Epist. III p. 315 c ἔλεγε. τὸ δὲ φάσωμεν Bergk. 3 p. 580 πιστὸν κῦδος ἔχειν ἀρετάν· πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό ἐγὼ δʼ Nauck. p. 523 οὐδὲν πρεσβύτερον νομίζω τᾶς σωφροσύνας, ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι Nauck. p. 523 δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, id. p. 395 τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων καὶ ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον Nauck. p. 507 Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου; καὶ ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη id. p. 696 καὶ ἡ βροτῶν τʼ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα. Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.