ἐπεὶ δʼ ὥσπερ ἐν ταῖς νομαῖς ἡ μὲν μέλιττα διώκει τὸ ἄνθος, ἡ δʼ αἲξ τὸν θαλλόν, ἡ δʼ δʼ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δʼ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ Meinek. II p. 1142 · οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας παιγνίας ] παιδιᾶς R ἀλλὰ παιδείας ἕνεκα ποιημάτων ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτʼ ἐστὶ Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλʼ ἄγε ἄʼ ἄγε Homer. Λ 313: ἀλλά γε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο· δὴ γὰρ ἔλεγχος ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ τῷ W: τό χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ Homer. γ 52 τοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ μήτε καλῷ τὸ σῶμα μήτʼ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν οὕνεκʼ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων, id. ν 332 ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν ἡ φυλακὴ καὶ ἡ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδʼ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ μὴ παρέργως, ὅτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως αὐτὸν οὕτως ] αὐτόν μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτός Homer. Ω 560 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω, καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς, καὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι, μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο, id. Ω 584 παῖδα ἰδών, Ἀχιλῆι δʼ ὀρινθείη φίλον ἦτορ καὶ ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλʼ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδʼ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν· ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδʼ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δʼ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων εἰ δὲ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ id. π 274 τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο , ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσιν βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ Ζεῦ πάτερ Ἴδηθεν μεδέων Homer. Γ 320 καὶ τὸ Ζεῦ ἄνα Δωδωναῖε id. Π 233 κελεύων ἀναγιγνώσκειν ὑφʼ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλʼ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας ἐκεῖνα μᾶλλον πιέζειν οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν ἔνεστιν H: ἐστιν οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι Homer. Z 444 ἐσθλὸς καὶ πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι id. P 671 τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπʼ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν. σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν ἃ λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, Homer. N 354 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δʼ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστὶ id. γ 20. 328 καί Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας; id. Ψ 570 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους καὶ Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας; id. P 170 ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων , ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς ἀγῶσιν οὔτε παρʼ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλός ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δʼ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖʼ Ἄντεια, Homer. Z 160 κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην ἡ δʼ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές, id. γ 265 δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων αἰδώς, ὦ Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστε id. Π 422 καὶ id. N 121 ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν ἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφʼ ὧν καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου Bergk. 3 p. 622 Αἰσχύλος Αἰσχύλος ] Sept. 599 δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδʼ ἐπαίρεσθαι τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα τὸ γὰρ ἐφʼ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου ἐκ λόγου Krebsius: ἑκάστου καὶ διδασκαλίας. ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν τὸν add. H πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν Homer. Ψ 297 ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν Ζεὺς ἄφενος. ὀρθῶς δὲ γʼ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας· οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδʼ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφʼ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδʼ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον Bergk. 2 p. 387 θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδʼ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ; Bauck. p. 293 παραβάλλων εὐθὺς αἰσχρὸν τὸ γʼ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ, ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου φίλοις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσὸν Eur. 428 δαπάναισι σῶσαι μεταγράφων οὕτω πόρναις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσόν δαπάναις ἐπιτρῖψαι. καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, Nauck. p. 253 κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ μετέγραφεν οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ, τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις; τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ id. p. 695 τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ. οὔκ. ἀλλʼ ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ. τὸ γὰρ· ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ ἄζηλον καὶ ] ἄζηλον H οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Eur. Iph. A. 29 Ἀγάμεμνον, Ἀτρεύς δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων οὐ γὰρ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. αἰαῖ τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν, Nauck. p. 449 ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι. τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.ʼ Meinek. IV p. 209 καὶ τρόπος καὶ τρόπος ] τρόπος H μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς ἱππεὺς Grotius: ἱππος διὰ χαλινοῦ καὶ διὰ καὶ διὰ H: καὶ πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον. πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα; Nauck. p. 288 ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος. ἦν δὲ βέλτιον εἰπεῖν ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος. φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν. id. p. 695 καὶ μὴν οὐδαμῶς, ἀλλὰ θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν. φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι. τὴν δʼ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη OD 348 καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; Nauck. p. 523 ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ ταυτὰ ] ταυτὸν H εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει Meinek. IV p. 103 τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, Nauck. p. 653 ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς; καὶ πρὸς τὸν ἄσωτον οἴωνται οἴωνται H: οἴονται λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς, ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας; μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν Nauck. p. 294 ὃν χὠ χὠ nescio quis: καὶ ὁ κάκιστος ῥᾳδίως ἐκτήσατο. οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας. τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα Nauck. p. 695 καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ Δύσπαρι εἶδος ἄριστε Homer. Γ 39 καὶ τὸ Ἕκτορ εἶδος ἄριστε id. P 142 ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸ χρήμασιν ἄριστε καὶ δείπνοις ἄριστε καὶ παισὶν ἢ ὑποζυγίοις ἄριστε καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς ἄριστε δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις· ἡ δʼ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δʼ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς τοῦ τοὺς H ψόγους ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν· ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδʼ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ Homer. B 173 καὶ Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε id. H 47 καὶ ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν id. T 216 καὶ δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ id. Λ 608 ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο id. A 225 καί αἶαν νεῖκος ἄριστε, κακοφραδές id. Ψ 483 καὶ Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην id. Ψ 474 ἔμεναι καὶ αἶαν ἁμαρτοεπὲς βουγάιε id. N 824 καὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλʼ ἀκριτόμυθος λοιδορεῖται, τὸν δʼ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος Homer Φ 331 οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτʼ αἰσχρὸν τὸ μὴ διʼ ἡμᾶς ἀλλʼ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον Meinek. IV p. 9 ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς, 23 Nauck. p. 695 ἀπεκρίνατο σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δʼ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως. καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν οὔ τοι, τέκνον ἐμόν, οὔ τοι τέκνον ἐμὸν Homerus E 428: τέκνον ἐμὸν οὔ τοι δέδοται πολεμήια ἔργα, ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο καὶ τὸ Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο οὐδὲν διαφέρει τοῦ γνῶθι σαυτόν, ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς Hesiod. OD 40 καὶ τὸ ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη id. 265 ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ Γοργίᾳ ] p. 473 a καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον Nauck. p. 83 ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν· εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν, id. p. 647 οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται τί διαφέρει τοῦ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον, ὡς Πλάτων Πλάτων ] Epist. III p. 315 c ἔλεγε. τὸ δὲ φάσωμεν Bergk. 3 p. 580 πιστὸν κῦδος ἔχειν ἀρετάν· πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό ἐγὼ δʼ Nauck. p. 523 οὐδὲν πρεσβύτερον νομίζω τᾶς σωφροσύνας, ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι Nauck. p. 523 δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, id. p. 395 τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων καὶ ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον Nauck. p. 507 Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου; καὶ ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη id. p. 696 καὶ ἡ βροτῶν τʼ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα. Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.