<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-30d" n="30d"/> ἐπεὶ δʼ ὥσπερ ἐν ταῖς νομαῖς ἡ μὲν μέλιττα διώκει τὸ ἄνθος, ἡ δʼ αἲξ τὸν θαλλόν, ἡ δʼ δʼ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, 
<milestone unit="tlnum" n="15"/> οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δʼ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ <quote rend="blockquote"><l>χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. II p. 1142</note></quote> 
<milestone unit="tlnum" n="20"/> · οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, 
<milestone unit="tlnum" n="25"/> μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα 
<milestone unit="stephpage" xml:id="stephpage-30e" n="30e"/> καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παιγνίας</foreign>] <foreign xml:lang="grc">παιδιᾶς</foreign> R</note> ἀλλὰ παιδείας ἕνεκα ποιημάτων <pb xml:id="v.1.p.74"/> ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτʼ ἐστὶ <quote rend="blockquote"><l>Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; 
      <milestone unit="tlnum" n="5"/> </l><l>ἀλλʼ ἄγε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄ’ ἄγε</foreign> Homer. <foreign xml:lang="grc">Λ</foreign> 313: <foreign xml:lang="grc">ἀλλά γε</foreign> </note> δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο· δὴ γὰρ ἔλεγχος </l><l>ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l></quote> τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν 
<milestone unit="tlnum" n="10"/> δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> W: <foreign xml:lang="grc">τό</foreign> </note> <quote rend="blockquote"><l>χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">γ</foreign> 52</note></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-30f" n="30f"/> τοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ 
<milestone unit="tlnum" n="15"/> μήτε καλῷ τὸ σῶμα μήτʼ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν <quote rend="blockquote"><l>οὕνεκʼ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων,</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">ν</foreign> 332</note></quote> ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-31a" n="31a"/> πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν ἡ φυλακὴ καὶ ἡ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδʼ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ 
<milestone unit="tlnum" n="25"/> μὴ παρέργως, ὅτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτὸν οὕτως</foreign>] <foreign xml:lang="grc">αὐτόν</foreign></note> <pb xml:id="v.1.p.75"/> <quote rend="blockquote"><l>μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτός </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 560</note><l>Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε </l><l>μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω, 
<milestone unit="stephpage" xml:id="stephpage-31b" n="31b"/> </l><l>καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς,</l></quote> 
<milestone unit="tlnum" n="5"/> καὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι, <quote rend="blockquote"><l>μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ω</foreign> 584</note><l>παῖδα ἰδών, Ἀχιλῆι δʼ ὀρινθείη φίλον ἦτορ 
<milestone unit="tlnum" n="10"/> </l><l>καὶ ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς</l></quote> τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλʼ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-31c" n="31c"/> προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδʼ 
<milestone unit="tlnum" n="15"/> ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν· ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδʼ ἰδεῖν τὴν Πάνθειαν 
<milestone unit="tlnum" n="20"/> ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δʼ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ 
<milestone unit="stephpage" xml:id="stephpage-31d" n="31d"/> καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν 
<milestone unit="tlnum" n="25"/> ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων <quote rend="blockquote"><l>εἰ δὲ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">π</foreign> 274</note></quote> <pb xml:id="v.1.p.76"/> <quote rend="blockquote"><l>τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο , </l><l>ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε </l><l>ἢ βέλεσιν βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι</l></quote> ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν 
<milestone unit="tlnum" n="5"/> ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων 
<milestone unit="stephpage" xml:id="stephpage-31e" n="31e"/> ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν 
<milestone unit="tlnum" n="10"/> παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ <quote rend="blockquote"><l>Ζεῦ πάτερ Ἴδηθεν μεδέων</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Γ</foreign> 320</note></quote> καὶ τὸ <quote rend="blockquote"><l>Ζεῦ ἄνα Δωδωναῖε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 233</note></quote> 
<milestone unit="tlnum" n="15"/> κελεύων ἀναγιγνώσκειν ὑφʼ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλʼ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν 
<milestone unit="tlnum" n="20"/> ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας 
<milestone unit="stephpage" xml:id="stephpage-31f" n="31f"/> ἐκεῖνα μᾶλλον πιέζειν οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔνεστιν</foreign> H: <foreign xml:lang="grc">ἐστιν</foreign> </note> <quote rend="blockquote"><l>οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 444</note> 
<milestone unit="tlnum" n="25"/> ἐσθλὸς</l></quote> καὶ <quote rend="blockquote"><l>πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. P 671</note></quote> <pb xml:id="v.1.p.77"/> τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπʼ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ 
<milestone unit="tlnum" n="5"/> καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν. σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν ἃ λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος 
<milestone unit="stephpage" xml:id="stephpage-32a" n="32a"/> <quote rend="blockquote"><l>ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. N 354</note> 
<milestone unit="tlnum" n="10"/> </l><l>ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l></quote> θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δʼ ἅμα καὶ τούτων ἐγρηγορότως 
<milestone unit="tlnum" n="15"/> τὸν νέον ἀκούειν <quote rend="blockquote"><l>ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστὶ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">γ</foreign> 20. 328</note></quote> καί <quote rend="blockquote"><l>Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ψ</foreign> 570</note><l>ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους</l></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-32b" n="32b"/> <quote rend="blockquote"><l>Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. P 170</note><l>ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων</l></quote>, ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων 
<milestone unit="tlnum" n="25"/> ἐν τοῖς ἀγῶσιν οὔτε παρʼ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλός <pb xml:id="v.1.p.78"/> ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δʼ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις <quote rend="blockquote"><l>τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖʼ Ἄντεια,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 160</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι 
<milestone unit="stephpage" xml:id="stephpage-32c" n="32c"/> </l><l>πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην</l></quote> <quote rend="blockquote"><l>ἡ δʼ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">γ</foreign> 265</note> </l><l>δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν</l></quote> 
<milestone unit="tlnum" n="10"/> ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων <quote rend="blockquote"><l>αἰδώς, ὦ Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστε</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 422</note></quote> καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. N 121</note> 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος </l><l>αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-32d" n="32d"/> ἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφʼ ὧν 
<milestone unit="tlnum" n="20"/> καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει <quote rend="blockquote"><l>σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 622</note></quote> Αἰσχύλος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Sept. 599</note> δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδʼ ἐπαίρεσθαι τοῖς παρὰ τῶν 
<milestone unit="tlnum" n="25"/> πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων <pb xml:id="v.1.p.79"/> <quote rend="blockquote"><l>οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, 
<milestone unit="stephpage" xml:id="stephpage-32e" n="32e"/> </l><l>βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, </l><l>ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα</l></quote> τὸ γὰρ ἐφʼ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν 
<milestone unit="tlnum" n="5"/> οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐκ λόγου</foreign> Krebsius: <foreign xml:lang="grc">ἑκάστου</foreign> </note> καὶ διδασκαλίας. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις 
<milestone unit="tlnum" n="10"/> ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει 
<milestone unit="stephpage" xml:id="stephpage-32f" n="32f"/> τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. 
<milestone unit="tlnum" n="15"/> αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> add. H</note> πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ <quote rend="blockquote"><l>δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ψ</foreign> 297</note><l>ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν 
<milestone unit="tlnum" n="20"/> </l><l>Ζεὺς ἄφενος.</l></quote> ὀρθῶς δὲ γʼ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας· οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδʼ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-33a" n="33a"/> πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφʼ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως <pb xml:id="v.1.p.80"/> ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδʼ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει 
<milestone unit="tlnum" n="5"/> τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς 
<milestone unit="stephpage" xml:id="stephpage-33b" n="33b"/> διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ 
<milestone unit="tlnum" n="10"/> πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν <quote rend="blockquote"><l>οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. 2 p. 387</note><l>θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων</l></quote> εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς 
<milestone unit="tlnum" n="15"/> καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν 
<milestone unit="stephpage" xml:id="stephpage-33c" n="33c"/> εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδʼ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο 
<milestone unit="tlnum" n="20"/> καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ <quote rend="blockquote"><l>τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bauck. p. 293</note></quote> παραβάλλων εὐθὺς <quote><l>αἰσχρὸν τὸ γʼ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ,</l></quote> 
<milestone unit="tlnum" n="25"/> ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου <quote rend="blockquote"><l>φίλοις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσὸν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. 428</note><l>δαπάναισι σῶσαι</l></quote> <pb xml:id="v.1.p.81"/> μεταγράφων οὕτω 
<milestone unit="stephpage" xml:id="stephpage-33d" n="33d"/> <quote rend="blockquote"><l>πόρναις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσόν </l><l>δαπάναις ἐπιτρῖψαι.</l></quote> καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 253</note><l>κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ</l></quote> μετέγραφεν <quote rend="blockquote"><l>οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ,</l></quote> τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα 
<milestone unit="tlnum" n="10"/> καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις; 
<milestone unit="stephpage" xml:id="stephpage-33e" n="33e"/> <quote rend="blockquote"><l>τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 695</note><l>τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.</l></quote> 
<milestone unit="tlnum" n="15"/> οὔκ. ἀλλʼ <quote rend="blockquote"><l>ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ.</l></quote> τὸ γὰρ· ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄζηλον καὶ</foreign>] <foreign xml:lang="grc">ἄζηλον</foreign> H</note> 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eur. Iph. A. 29</note><l>Ἀγάμεμνον, Ἀτρεύς </l><l>δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι</l></quote> μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων <quote rend="blockquote"><l>οὐ γὰρ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, </l><l>Ἀγάμεμνον, Ἀτρεύς.</l></quote> <pb xml:id="v.1.p.82"/> <quote rend="blockquote"><l>αἰαῖ τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 449</note> 
<milestone unit="stephpage" xml:id="stephpage-33f" n="33f"/> </l><l>ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.</l></quote> θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας 
<milestone unit="tlnum" n="5"/> ἄγεσθαι. <quote rend="blockquote"><l>τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.ʼ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 209</note></quote> καὶ τρόπος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τρόπος</foreign>] <foreign xml:lang="grc">τρόπος</foreign> H</note> μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἱππεὺς</foreign> Grotius: <foreign xml:lang="grc">ἱππος</foreign> </note> διὰ χαλινοῦ καὶ διὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ διὰ</foreign> H: <foreign xml:lang="grc">καὶ</foreign> </note> πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς 
<milestone unit="tlnum" n="10"/> ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον. 
<milestone unit="stephpage" xml:id="stephpage-34a" n="34a"/> <quote rend="blockquote"><l>πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα; </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 288</note><l>ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.</l></quote> ἦν δὲ βέλτιον εἰπεῖν <quote rend="blockquote"><l>ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος</l></quote> 
<milestone unit="tlnum" n="15"/> ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος. 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. p. 695</note></quote> καὶ μὴν οὐδαμῶς, ἀλλὰ <quote><l>θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.</l></quote> φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις 
<milestone unit="stephpage" xml:id="stephpage-34b" n="34b"/> ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι. </p></div></div></body></text></TEI>