<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg068.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-14d" n="14d"/> εἰ μέν, ὡς Φιλόξενυς ὁ ποιητὴς ἔλεγεν, ὦ Μάρκε Σήδατε,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σήδατε</foreign> Basileensis: <foreign xml:lang="grc">σήδαπε</foreign> </note> τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι 
<milestone unit="stephpage" xml:id="stephpage-14e" n="14e"/> καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν 
<milestone unit="tlnum" n="5"/> ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδʼ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ 
<milestone unit="tlnum" n="10"/>Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τὰ</foreign> W: <foreign xml:lang="grc">τὰ</foreign> </note> περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθʼ ἡδονῆς ἐνθουσιῶσι. 
<milestone unit="stephpage" xml:id="stephpage-14f" n="14f"/> διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ 
<milestone unit="tlnum" n="15"/> πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι, <pb xml:id="v.1.p.34"/> τὸ χρήσιμον ἀπʼ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-15a" n="15a"/> ἄν γε διʼ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλʼ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτʼ ἴσως δυνατόν ἐστιν οὔτʼ ὠφέλιμον ποιημάτων 
<milestone unit="tlnum" n="10"/> ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ ὁ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ἢ ταῖς ὁδοῖς παιδαγωγίας δεομένους. ἃ δʼ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-15b" n="15b"/> γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προσλαμβάνουσι</foreign> Stephanus</note> μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ 
<milestone unit="tlnum" n="20"/> μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν. <quote rend="blockquote"><l>πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόν</l></quote> ὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δʼ 
<milestone unit="tlnum" n="25"/> ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους 
<milestone unit="stephpage" xml:id="stephpage-15c" n="15c"/>δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ <pb xml:id="v.1.p.35"/> τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἡ ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι <quote rend="blockquote"><l>φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ 
<milestone unit="tlnum" n="5"/> λυγρά</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer <foreign xml:lang="grc">δ</foreign> 230</note></quote> τοῖς χρωμένοις ἀναδίδωσιν. <quote rend="blockquote"><l>ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς </l><l>πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Ξ</foreign> </note></quote> οὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ 
<milestone unit="tlnum" n="10"/> 
   <milestone unit="stephpage" xml:id="stephpage-15d" n="15d"/> καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τί <q>δὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς;</q> <q>ἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπʼ ἐμοῦ ἐξαπατᾶσθαι.</q> Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν ὅ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος 
<milestone unit="tlnum" n="15"/> καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">σκληρῷ</foreign> Mehlerus: <foreign xml:lang="grc">χηρῷ</foreign> </note> τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν 
<milestone unit="tlnum" n="20"/> , ἢ μᾶλλον ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν; 
<milestone unit="stephpage" xml:id="stephpage-15e" n="15e"/> <quote rend="blockquote"><l>οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. Z 130</note></quote> ὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ <pb xml:id="v.1.p.36"/> <q>μαινόμενον</q> θεόν, ὥς φησιν ὁ Πλάτων,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 773 d</note> <q>ἑτέρῳ θεῷ νήφοντι κολαζόμενον</q> σωφρονίζειν. ἀφαιρεῖ γὰρ ἡ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδʼ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-15f" n="15f"/> τῶν Μουσῶν ἐκκόπτωμεν μηδʼ ἀφανίζωμεν, ἀλλʼ ὅπου μὲν ὑφʼ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν· ὅπου δʼ ἅπτεταί τινος μούσης τῇ χάριτι 
<milestone unit="tlnum" n="10"/> καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ ὁ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν 
<milestone unit="tlnum" n="15"/> τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-16a" n="16a"/> τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν· εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως, <quote rend="blockquote"><l>ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 246</note><l>καὶ τὰς τελευτὰς εἰκὸς ἐσθʼ οὕτως ἔχειν</l></quote> 
<milestone unit="tlnum" n="25"/> κατὰ τὸν Σοφοκλέα. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ <pb xml:id="v.1.p.37"/> πρόχειρον ὡς τὸ <q>πολλὰ ψεύδονται ἀοιδοὶ</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Aristot. Metaph. I</note> τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, 
<milestone unit="stephpage" xml:id="stephpage-16b" n="16b"/> αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. 
<milestone unit="tlnum" n="5"/> ἡ μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται· τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἥδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτʼ εὐκαιρία μεταφορᾶς οὔθʼ ἁρμονία καὶ 
<milestone unit="tlnum" n="10"/> σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας· ἀλλʼ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον 
<milestone unit="stephpage" xml:id="stephpage-16c" n="16c"/> πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται 
<milestone unit="tlnum" n="15"/> μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδʼ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δʼ 
<milestone unit="tlnum" n="20"/>Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μύθους ἔπεσιν ἐνέτεινεν</foreign> H: <foreign xml:lang="grc">τοῖς ἔπεσι μύθους ἐνόμιζεν</foreign> </note>, ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. · θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δʼ ἄμυθον οὐδʼ ἀψευδῆ ποίησιν. τὰ δʼ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι 
<milestone unit="tlnum" n="25"/>Θεόγνιδος λόγοι εἰσὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰσι λόγοι</foreign>?</note> κιχράμενοι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κιχράμενοι</foreign> Madvigius: <foreign xml:lang="grc">κεχρημένοι</foreign> </note> παρὰ ποιητικῆς 
<milestone unit="stephpage" xml:id="stephpage-16d" n="16d"/> ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ <pb xml:id="v.1.p.38"/> δυσχερὲς ἐν τοῖς ποιήμασι λέγηται περὶ θεῶν ἢ δαιμόνων ἢ ἀρετῆς ὑπʼ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, ὁ μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν, ὁ δὲ 
<milestone unit="tlnum" n="5"/> μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴν <quote rend="blockquote"><l>ὦ μηχάνημα λυγκὸς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λυγκὸς</foreign> idem: <foreign xml:lang="grc">λυγγὸς</foreign> </note> αἰολώτερον</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 694</note></quote> τί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δʼ ἐξαπατῶσα 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-16e" n="16e"/> προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλʼ ἐπιλήψεται μὲν τοῦ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> Toupius: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν ᾍδην, ἐπιλήψεται δὲ τοῦ<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ τοῦ</foreign> scripsi: <foreign xml:lang="grc">δὲ τῷ</foreign> </note> Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου 
<milestone unit="tlnum" n="15"/> τῶν Ἀχαιῶν, <quote rend="blockquote"><l>ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck p. 83</note><l>αὐτὸς τάδʼ εἰπὼν αὐτός ἐστιν ὁ κτανών</l></quote> παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθʼ ᾍδου δακρύων, ἀδυνάτους καὶ 
<milestone unit="tlnum" n="20"/> ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν <quote rend="blockquote"><l>ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">λ</foreign> 222</note> 
<milestone unit="stephpage" xml:id="stephpage-16f" n="16f"/> </l><l>ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ</l></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες. Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί· <pb xml:id="v.1.p.39"/> πλείονα δʼ ἃ μὴ πλάττοντες ἀλλʼ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὁμήρου</foreign>] X 63</note> 
<milestone unit="stephpage" xml:id="stephpage-17a" n="17a"/> <quote rend="blockquote"><l>ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 
<milestone unit="tlnum" n="5"/> </l><l>τὴν μὲν Ἀχιλλῆος τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, </l><l>ἕλκε δὲ μέσσα λαβών ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, </l><l>ᾤχετο δʼ εἰς Ἀίδαο, λίπεν δʼ ἑ Φοῖβος Ἀπόλλων</l></quote> τραγῳδίαν ὁ Αἰσχύλος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 69</note> ὅλην τῷ μύθῳ περιέθηκεν, 
<milestone unit="tlnum" n="10"/> ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-17b" n="17b"/> <quote rend="blockquote"><l>Ζεύς, ὃς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Δ</foreign> 84</note></quote> καὶ τὸ <quote rend="blockquote"><l>θεὸς μὲν αἰτίαν φύει βροτοῖς, </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck. p. 39</note><l>ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ,</l></quote> ταῦτα δʼ ἤδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, 
<milestone unit="tlnum" n="20"/> ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν 
<milestone unit="tlnum" n="25"/> οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ 
<milestone unit="stephpage" xml:id="stephpage-17c" n="17c"/> μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθʼ Ὅμηρος οὔτε <pb xml:id="v.1.p.40"/> Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτʼ ἔχειν οὕτως ἔγραψαν <quote rend="blockquote"><l>ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Bergk. vol. 1 p. 426</note><l>βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ</l></quote> καὶ 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Homer <foreign xml:lang="grc">ω</foreign> 11</note></quote> καί <quote rend="blockquote"><l>στενωπὸς ᾍδου καὶ παλιρροία βυθοῦ</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Nauck p. 246</note></quote> ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν 
<milestone unit="tlnum" n="10"/> ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ <quote rend="blockquote"><l>μή μʼ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">12 Homer. <foreign xml:lang="grc">λ</foreign> </note> 72 </quote> 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> X 362</note> 
<milestone unit="stephpage" xml:id="stephpage-17d" n="17d"/> </l><l>ὃν πότμον γοόωσα, λιποῦσʼ ἁδρότητα καὶ ἥβην</l></quote> καί <quote rend="blockquote"><l>μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς </l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Iph. A. 1218</note><l>λεύσσειν· τὰ δʼ ὑπὸ γῆν μὴ μʼ ἰδεῖν ἀναγκάσῃς,</l></quote> 
<milestone unit="tlnum" n="20"/> αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφʼ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι 
<milestone unit="tlnum" n="25"/> ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτʼ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις 
<milestone unit="stephpage" xml:id="stephpage-17e" n="17e"/> ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ <pb xml:id="v.1.p.41"/> μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἐμπεδοκλέους</foreign>] Mullach. Fr. Phil. Graec. vol. 1 p. 2</note> ἔστω πρόχειρα ταυτί 
      <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l>οὕτως οὔτʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὕτως οὔτ’</foreign>] <foreign xml:lang="grc">οὔτ’</foreign> H</note> ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστά </l><l>οὔτε νόῳ περιληπτά</l></quote> καὶ τὰ Ξενοφάνους<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ξενοφάνους</foreign>] Mullach. vol. 1 p. 103</note>  <quote rend="blockquote"><l>καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετʼ οὐδέ τις ἔσται 
<milestone unit="tlnum" n="10"/> </l><l>εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων</l></quote> καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτωνι</foreign>] Phaedon. p. 69 d</note> 
<milestone unit="stephpage" xml:id="stephpage-17f" n="17f"/> τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν. 
<milestone unit="tlnum" n="15"/> </p></div></div></body></text></TEI>