εἰ μέν, ὡς Φιλόξενυς ὁ ποιητὴς ἔλεγεν, ὦ Μάρκε Σήδατε, Σήδατε Basileensis: σήδαπε τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδʼ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ καὶ τὰ W: τὰ περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθʼ ἡδονῆς ἐνθουσιῶσι. διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι, τὸ χρήσιμον ἀπʼ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, ἄν γε διʼ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλʼ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτʼ ἴσως δυνατόν ἐστιν οὔτʼ ὠφέλιμον ποιημάτων ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ ὁ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ἢ ταῖς ὁδοῖς παιδαγωγίας δεομένους. ἃ δʼ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι, προσλαμβάνουσι Stephanus μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν. πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόν ὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δʼ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἡ ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά Homer δ 230 τοῖς χρωμένοις ἀναδίδωσιν. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. id. Ξ οὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τί δὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς; ἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπʼ ἐμοῦ ἐξαπατᾶσθαι. Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν ὅ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ σκληρῷ Mehlerus: χηρῷ τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , ἢ μᾶλλον ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν; οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος Homer. Z 130 ὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ μαινόμενον θεόν, ὥς φησιν ὁ Πλάτων, Πλάτων ] Legg. p. 773 d ἑτέρῳ θεῷ νήφοντι κολαζόμενον σωφρονίζειν. ἀφαιρεῖ γὰρ ἡ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδʼ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα τῶν Μουσῶν ἐκκόπτωμεν μηδʼ ἀφανίζωμεν, ἀλλʼ ὅπου μὲν ὑφʼ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν· ὅπου δʼ ἅπτεταί τινος μούσης τῇ χάριτι καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ ὁ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν· εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως, ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς, Nauck. p. 246 καὶ τὰς τελευτὰς εἰκὸς ἐσθʼ οὕτως ἔχειν κατὰ τὸν Σοφοκλέα. πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ πρόχειρον ὡς τὸ πολλὰ ψεύδονται ἀοιδοὶ Aristot. Metaph. I τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. ἡ μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται· τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἥδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτʼ εὐκαιρία μεταφορᾶς οὔθʼ ἁρμονία καὶ σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας· ἀλλʼ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδʼ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δʼ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν μύθους ἔπεσιν ἐνέτεινεν H: τοῖς ἔπεσι μύθους ἐνόμιζεν , ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. · θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δʼ ἄμυθον οὐδʼ ἀψευδῆ ποίησιν. τὰ δʼ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ εἰσι λόγοι ? κιχράμενοι κιχράμενοι Madvigius: κεχρημένοι παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ δυσχερὲς ἐν τοῖς ποιήμασι λέγηται περὶ θεῶν ἢ δαιμόνων ἢ ἀρετῆς ὑπʼ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, ὁ μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν, ὁ δὲ μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴν ὦ μηχάνημα λυγκὸς λυγκὸς idem: λυγγὸς αἰολώτερον Nauck. p. 694 τί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δʼ ἐξαπατῶσα προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλʼ ἐπιλήψεται μὲν τοῦ τοῦ Toupius: αὐτοῦ φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν ᾍδην, ἐπιλήψεται δὲ τοῦ δὲ τοῦ scripsi: δὲ τῷ Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν, ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν Nauck p. 83 αὐτὸς τάδʼ εἰπὼν αὐτός ἐστιν ὁ κτανών παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθʼ ᾍδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα Homer. λ 222 ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες. Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί· πλείονα δʼ ἃ μὴ πλάττοντες ἀλλʼ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου Ὁμήρου ] X 63 ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, ἕλκε δὲ μέσσα λαβών ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δʼ εἰς Ἀίδαο, λίπεν δʼ ἑ Φοῖβος Ἀπόλλων τραγῳδίαν ὁ Αἰσχύλος Αἰσχύλος ] Nauck. p. 69 ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ Ζεύς, ὃς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται Homer. Δ 84 καὶ τὸ θεὸς μὲν αἰτίαν φύει βροτοῖς, Nauck. p. 39 ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ, ταῦτα δʼ ἤδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθʼ Ὅμηρος οὔτε Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτʼ ἔχειν οὕτως ἔγραψαν ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον Bergk. vol. 1 p. 426 βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ καὶ πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην Homer ω 11 καί στενωπὸς ᾍδου καὶ παλιρροία βυθοῦ Nauck p. 246 ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ μή μʼ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν 12 Homer. λ 72 ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, id. Π X 362 ὃν πότμον γοόωσα, λιποῦσʼ ἁδρότητα καὶ ἥβην καί μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς Eurip. Iph. A. 1218 λεύσσειν· τὰ δʼ ὑπὸ γῆν μὴ μʼ ἰδεῖν ἀναγκάσῃς, αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφʼ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτʼ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους Ἐμπεδοκλέους ] Mullach. Fr. Phil. Graec. vol. 1 p. 2 ἔστω πρόχειρα ταυτί οὕτως οὔτʼ οὕτως οὔτ’ ] οὔτ’ H ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστά οὔτε νόῳ περιληπτά καὶ τὰ Ξενοφάνους Ξενοφάνους ] Mullach. vol. 1 p. 103 καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετʼ οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι Πλάτωνι ] Phaedon. p. 69 d τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.