<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg067.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent">οὐ τοίνυν; οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν, <milestone unit="tlnum" n="15"/> ὅτι καὶ τὰ παιδία τὰ μέλλοντα τοῖς τροφίμοις ὑπηρετεῖν καὶ τούτοις σύντροφα γίγνεσθαι ζητητέον <milestone unit="page" resp="stephanus" n="4a"/> πρώτιστα μὲν σπουδαῖα τοὺς τρόπους, ἔτι μέντοι Ἑλληνικὰ καὶ περίτρανα λαλεῖν, ἵνα μὴ συναναχρωννύμενοι βαρβάροις καὶ τὸ ἦθος μοχθηροῖς ἀποφέρωνταί <milestone unit="tlnum" n="20"/> τι τῆς ἐκείνων φαυλότητος. καὶ οἱ παροιμιαζόμενοι δέ φασιν οὐκ ἀπὸ τρόπου λέγοντες, ὅτι <q>ἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ</q>.</p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ἐπειδὰν τοίνυν ἡλικίαν λάβωσιν ὑπὸ παιδαγωγοῖς τετάχθαι, ἐνταῦθα δὴ πολλὴν ἐπιμέλειαν <milestone unit="tlnum" n="25"/> ἑκτέον ἐστὶ τῆς τούτων καταστάσεως, ὡς μὴ λάθωσιν ἀνδραπόδοις ἢ βαρβάροις ἢ παλιμβόλοις τὰ τέκνα παραδόντες. ἐπεὶ νῦν γε τὸ γιγνόμενον πολλοῖς ὑπερκαταγέλαστόν ἐστι. τῶν γὰρ δούλων τῶν σπουδαίων <pb n="v.1.p.8"/> <milestone unit="page" resp="stephanus" n="4b"/> τοὺς μὲν γεωργοὺς ἀποδεικνύουσι, τοὺς δὲ ναυκλήρους τοὺς δʼ ἐμπόρους τοὺς δʼ οἰκονόμους τοὺς δὲ δανειστάς· ὅ τι δʼ ἂν εὕρωσιν ἀνδράποδον οἰνόληπτον καὶ λίχνον, πρὸς πᾶσαν πραγματείαν <milestone unit="tlnum" n="5"/> ἄχρηστον, τούτῳ φέροντες ὑποβάλλουσι τοὺς υἱούς.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">τοὺς υἱεῖς</foreign></note> δεῖ δὲ τὸν σπουδαῖον παιδαγωγὸν τοιοῦτον εἶναι τὴν φύσιν οἷόσπερ ἦν ὁ Φοῖνιξ ὁ τοῦ Ἀχιλλέως παιδαγωγός. τὸ δὲ πάντων μέγιστον καὶ κυριώτατον τῶν εἰρημένων ἔρχομαι φράσων. διδασκάλους γὰρ <milestone unit="tlnum" n="10"/> ζητητέον τοῖς τέκνοις, οἳ καὶ τοῖς βίοις εἰσὶν ἀδιάβλητοι καὶ τοῖς τρόποις ἀνεπίληπτοι καὶ ταῖς ἐμπειρίαις <milestone unit="page" resp="stephanus" n="4c"/> ἄριστοι· πηγὴ γὰρ καὶ ῥίζα καλοκαγαθίας τὸ νομίμου τυχεῖν παιδείας. καὶ καθάπερ τὰς χάρακας οἱ γεωργοὶ τοῖς φυτοῖς παρατιθέασιν, οὕτως οἱ νόμιμοι <milestone unit="tlnum" n="15"/> τῶν διδασκάλων ἐμμελεῖς τὰς ὑποθήκας καὶ παραινέσεις παραπηγνύουσι τοῖς νέοις, ἵνʼ ὀρθὰ τούτων <milestone unit="tlnum" n="20"/> βλαστάνῃ τὰ ἤθη. νῦν δέ τις κἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κᾶν</foreign> H: <foreign xml:lang="grc">καὶ</foreign></note> καταπτύσειε τῶν πατέρων ἐνίων, οἵτινες πρὶν δοκιμάσαι τοὺς μέλλοντας διδάσκειν, διʼ ἄγνοιαν, ἔσθʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔσθ’</foreign>] <foreign xml:lang="grc">ἔστι δ’</foreign> H</note> ὅτε καὶ διʼ ἀπειρίαν, ἀνθρώποις ἀδοκίμοις καὶ παρασήμοις ἐγχειρίζουσι τοὺς παῖδας. καὶ οὔπω τοῦτʼ ἐστὶ καταγέλαστον εἰ διʼ ἀπειρίαν αὐτὸ πράττουσιν, ἐκεῖνο δʼ ἐσχάτως <milestone unit="page" resp="stephanus" n="4d"/> ἄτοπον. τὸ ποῖον; ἐνίοτε γὰρ εἰδότες, αἰσθόμενοι δὲ καὶ ἄλλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰσθόμενοι δὲ καὶ ἄλλων</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">αἰσθομένοις μᾶλλον</foreign>.  <foreign xml:lang="lat">Et haec et</foreign><foreign xml:lang="grc">αὐτοῖς τοῦτο λεγόντων</foreign><foreign xml:lang="lat">expunxit</foreign> H</note> αὐτοῖς τοῦτο λεγόντων, τὴν ἐνίων τῶν <milestone unit="tlnum" n="25"/> παιδευτῶν ἀπειρίαν ἅμα καὶ μοχθηρίαν, ὅμως τούτοις ἐπιτρέπουσι τοὺς παῖδας, οἱ μὲν ταῖς τῶν ἀρεσκευομένων ἡττώμενοι κολακείαις, εἰσὶ δʼ οἳ καὶ <pb n="v.1.p.9"/> δεομένοις χαριζόμενοι φίλοις, παρόμοιον ποιοῦντες ὥσπερ ἂν εἴ τις τῷ σώματι κάμνων τὸν σὺν ἐπιστήμῃ δυνηθέντʼ ἂν σῶσαι παραλιπών, φίλῳ χαριζόμενος τὸν διʼ ἀπειρίαν ἀπολέσαντʼ ἂν αὐτὸν προέλοιτο, <milestone unit="tlnum" n="5"/> ἢ ναύκληρον τὸν ἄριστον ἀφεὶς τὸν χείριστον δοκιμάσειε φίλου δεηθέντος. Ζεῦ καὶ θεοὶ πάντες, <milestone unit="page" resp="stephanus" n="4e"/> πατήρ τις καλούμενος πλείω λόγον τῆς τῶν δεομένων ποιεῖται χάριτος ἢ τῆς τῶν τέκνων παιδεύσεως; εἶτʼ οὐκ εἰκότα πολλάκις Σωκράτης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Clit. p. 407 a</note> ἐκεῖνος ὁ παλαιὸς <milestone unit="tlnum" n="10"/> ἔλεγεν, ὅτι εἴπερ ἄρα δυνατὸν ἦν, ἀναβάντα ἐπὶ τὸ μετεωρότατον τῆς πόλεως ἀνακραγεῖν μέρος <q>ὦ ἄνθρωποι, ποῖ φέρεσθε, οἵτινες χρημάτων μὲν κτήσεως πέρι πᾶσαν, ποιεῖσθε σπουδήν, τῶν δʼ υἱέων, οἷς ταῦτα καταλείψετε, μικρὰ φροντίζετε ;</q> τούτοις δʼ ἂν <milestone unit="tlnum" n="15"/> ἔγωγε προσθείην ὅτι οἱ τοιοῦτοι πατέρες παραπλήσιον ποιοῦσιν, οἷον εἴ τις τοῦ μὲν ὑποδήματος φροντίζοι, τοῦ δὲ ποδὸς ὀλιγώρως ἔχοι. πολλοὶ δʼ εἰς <milestone unit="page" resp="stephanus" n="4f"/> τοσοῦτο τῶν πατέρων προβαίνουσι φιλαργυρίας ἅμα καὶ μισοτεκνίας, ὥσθʼ ἵνα μὴ πλείονα μισθὸν τελέσειαν, <milestone unit="tlnum" n="20"/> ἀνθρώπους τοὺς μηδενὸς τιμίους αἱροῦνται τοῖς τέκνοις παιδευτάς, εὔωνον ἀμαθίαν διώκοντες. ᾗ καὶ Ἀρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε τῷ λόγῳ πατέρα νοῦ καὶ φρενῶν κενόν. ἐρωτήσαντος γάρ τινος αὐτὸν πόσον αἰτοίη <milestone unit="tlnum" n="25"/> μισθὸν ὑπὲρ τῆς τοῦ τέκνου παιδεύσεως, <q>χιλίας</q> ἔφησε <q>δραχμάς.</q> τοῦ δʼ <q>Ἡράκλεις</q> εἰπόντος, <q>ὡς ὑπέρπολυ τὸ αἴτημα· δύναμαι γὰρ ἀνδράποδον χιλίων <milestone unit="page" resp="stephanus" n="5a"/> πρίασθαι,</q> <q>τοιγαροῦν</q> εἶπε δύο <q>ἕξεις <pb n="v.1.p.10"/> ἀνδράποδα, καὶ τὸν υἱὸν καὶ ὃν ἂν πρίῃ.</q> τὸ δʼ ὅλον πῶς οὐκ ἄτοπον τῇ μὲν δεξιᾷ συνεθίζειν τὰ παιδία δέχεσθαι τὰς τροφάς, κἂν εἰ προτείνειε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κἂν προτείνῃ</foreign> Hertlinus <foreign xml:lang="grc">εἰ</foreign>  <foreign xml:lang="lat">addidi</foreign></note> τὴν ἀριστεράν, ἐπιτιμᾶν, μηδεμίαν δὲ ποιεῖσθαι πρόνοιαν τοῦ <milestone unit="tlnum" n="5"/> λόγων ἐπιδεξίων καὶ νομίμων ἀκούειν; τί οὖν συμβαίνει τοῖς θαυμαστοῖς πατράσιν, ἐπειδὰν κακῶς μὲν θρέψωσι κακῶς δὲ παιδεύσωσι τοὺς υἱεῖς, ἐγὼ φράσω. ὅταν γὰρ εἰς ἄνδρας ἐγγραφέντες τοῦ μὲν ὑγιαίνοντος καὶ τεταγμένου βίου καταμελήσωσιν, ἐπὶ δὲ <milestone unit="tlnum" n="10"/> τὰς ἀτάκτους καὶ ἀνδραποδώδεις ἡδονὰς ἑαυτοὺς <milestone unit="page" resp="stephanus" n="5b"/> κρημνίσωσι, τότε δὴ μεταμέλονται τὴν τῶν τέκνων προδεδωκότες παιδείαν, ὅτʼ οὐδὲν ὄφελος, τοῖς ἐκείνων ἀδικήμασιν ἀδημονοῦντες. οἱ μὲν γὰρ αὐτῶν κόλακας καὶ παρασίτους ἀναλαμβάνουσιν, ἀνθρώπους <milestone unit="tlnum" n="15"/> ἀσήμους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρασήμους</foreign> H</note> καὶ καταράτους καὶ τῆς νεότητος ἀνατροπέας καὶ λυμεῶνας, οἱ δέ τινες ἑταίρας καὶ χαμαιτύπας λυτροῦνται σοβαρὰς καὶ πολυτελεῖς, οἱ δὲ κατοψοφαγοῦσιν, οἱ δʼ εἰς κύβους καὶ κώμους ἐξοκέλλουσιν, ἤδη δέ τινες καὶ τῶν νεανικωτέρων ἅπτονται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἤψαντο</foreign> H</note> <milestone unit="tlnum" n="20"/> κακῶν, μοιχεύοντες καὶ οἰκοφθοροῦντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἰκοφθοροῦντες</foreign> W: <foreign xml:lang="grc">κιττοφοροῦντες</foreign></note> καὶ μίαν <milestone unit="page" resp="stephanus" n="5c"/> ἡδονὴν θανάτου τιμώμενοι. φιλοσοφίᾳ δʼ ὁμιλήσαντες οὗτοι οὐ τοιούτοις ἴσως πράγμασιν ἑαυτοὺς καταπειθεῖς παρέσχοντο, καὶ τό γε παράγγελμα τοῦ <milestone unit="tlnum" n="25"/>Διογένους ἔμαθον ἄν, ὃς φορτικῶς μὲν τοῖς ῥήμασιν ἀληθῶς δὲ τοῖς πράγμασι παραινεῖ καί φησιν <q>εἴσελθε εἰς πορνεῖόν παῖ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παῖ</foreign> Cobetus: <foreign xml:lang="grc">που</foreign></note> ἵνα μάθῃς ὅτι τῶν ἀναξίων τὰ τίμια οὐδὲν διαφέρει</q> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent"><pb n="v.1.p.11"/>συνελὼν τοίνυν ἐγώ φημι καὶ χρησμολογεῖν μᾶλλον ἢ παραινεῖν δόξαιμʼ ἂν εἰκότως ὅτι ἓν πρῶτον καὶ μέσον καὶ τελευταῖον ἐν τούτοις κεφάλαιον ἀγωγὴ σπουδαία καὶ παιδεία νόμιμός ἐστι, καὶ ταῦτα <milestone unit="tlnum" n="5"/> φορὰ καὶ συνεργὰ πρὸς ἀρετὴν καὶ πρὸς εὐδαιμονίαν φημί. καὶ τὰ μὲν ἄλλα τῶν ἀγαθῶν ἀνθρώπινα <milestone unit="page" resp="stephanus" n="5d"/> καὶ μικρὰ καὶ οὐκ ἀξιοσπούδαστα καθέστηκεν. εὐγένεια καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν. πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα, ἐπειδὴ τῶν <milestone unit="tlnum" n="10"/> μὲν ἐχόντων πολλάκις ἀφείλετο, τοῖς δʼ οὐκ ἐλπίσασι φέρουσα προσήνεγκε, καὶ ὁ πολὺς πλοῦτος σκοπὸς ἔκκειται τοῖς βουλομένοις βαλλάντια τοξεύειν, κακούργοις οἰκέταις καὶ συκοφάνταις, καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι. δόξα γε μὴν <milestone unit="tlnum" n="15"/> σεμνὸν μέν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> ἀλλʼ ἀβέβαιον. κάλλος δὲ περιμάχητον μέν, ἀλλʼ ὀλιγοχρόνιον. ὑγίεια δὲ τίμιον μέν, ἀλλʼ εὐμετάστατον. ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ <milestone unit="page" resp="stephanus" n="5e"/> εὐάλωτον καὶ γήρᾳ. τὸ δʼ ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μέγα φρονεῖ</foreign> Hirschigius</note> μαθέτω γνώμης διαμαρτάνων. <milestone unit="tlnum" n="20"/> πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως; λέγω δʼ οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων. παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον. καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος. καὶ ὁ <milestone unit="page" resp="stephanus" n="5f"/> <milestone unit="tlnum" n="25"/> μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, ὁ δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δʼ ἀναφαίρετος, νόσῳ δʼ ἀδιάφθορος, γήρᾳ δʼ ἀλύμαντος. μόνος γὰρ ὁ νοῦς παλαιούμενος ἀνηβᾷ, καὶ ὁ <pb n="v.1.p.12"/> χρόνος τἄλλα πάντʼ ἀφαιρῶν τῷ γήρᾳ προστίθησι τὴν ἐπιστήμην. ὅ γε μὴν πόλεμος χειμάρρου δίκην πάντα σύρων καὶ πάντα παραφέρων μόνην οὐ δύναται παιδείαν παρελέσθαι. καί μοι δοκεῖ Στίλπων <milestone unit="tlnum" n="5"/> ὁ Μεγαρεὺς φιλόσοφος ἀξιομνημόνευτον ποιῆσαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιήσασθαι</foreign> H</note> ἀπόκρισιν, ὅτε Δημήτριος ἐξανδραποδισάμενος τὴν πόλιν εἰς ἔδαφος κατέβαλε καὶ τὸν Στίλπωνα ἤρετο μή τι ἀπολωλεκὼς εἴη. καὶ ὃς <q>οὐ δῆτα</q> εἶπε, <q>πόλεμος <milestone unit="page" resp="stephanus" n="6a"/> γὰρ οὐ λαφυραγωγεῖ ἀρετήν</q> σύμφωνος δὲ καὶ <milestone unit="tlnum" n="10"/> συνῳδὸς καὶ ἡ Σωκράτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σωκράτους</foreign>] Plat. Gorg. p. 470 e</note> ἀπόκρισις ταύτῃ φαίνεται. καὶ γὰρ οὗτος ἐρωτήσαντος αὐτόν μοι δοκεῖ Γοργίου ἣν ἔχει περὶ τοῦ μεγάλου βασιλέως ὑπόληψιν καὶ εἰ νομίζει τοῦτον εὐδαίμονα εἶναι, <q>οὐκ οἶδʼ</q> ἔφησε <q>πῶς ἀρετῆς καὶ παιδείας ἔχει,</q> ὡς τῆς εὐδαιμονίας <milestone unit="tlnum" n="15"/> ἐν τούτοις, οὐκ ἐν τοῖς τυχηροῖς ἀγαθοῖς κειμένης.</p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ὥσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς <milestone unit="tlnum" n="20"/> <milestone unit="page" resp="stephanus" n="6b"/> υἱεῖς ἀπάγειν. τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Eur. Hipp. 986</note> <quote rend="blockquote"><l>ἐγὼ δʼ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, </l><l>εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος. <milestone unit="tlnum" n="25"/> </l><l>ἔχει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχει δὲ μοῖραν καὶ τόδ’</foreign><foreign xml:lang="lat">add. ex eodem</foreign> H</note> δὲ μοῖραν καὶ τόδʼ · οἱ γὰρ ἐν σοφοῖς </l><l>φαῦλοι παρʼ ὄχλῳ μουσικώτεροι λέγειν</l></quote> ὁρῶ δʼ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς <pb n="v.1.p.13"/> καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας. καὶ νὴ Δίʼ εἰκότως. εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ καλοῦ, σχολῇ γʼ ἂν τῆς <milestone unit="tlnum" n="5"/> <milestone unit="page" resp="stephanus" n="6c"/> ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν. πρὸς δὲ τούτοις τί ἂν τοὺς παῖδας καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν <q>χαλεπὰ τὰ καλά.</q> οἱ <milestone unit="tlnum" n="10"/> δʼ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθʼ ὅθεν ἀρκτέον οὔθʼ ὅπου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅπου</foreign><foreign xml:lang="lat">scripsi</foreign><foreign xml:lang="grc">ὅποι</foreign></note> παυστέον ἐστὶν εἰδότων. χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν. σκέψις <milestone unit="tlnum" n="15"/> δʼ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον <milestone unit="page" resp="stephanus" n="6d"/> ἐκπίπτειν. ὁ Περικλῆς, <q>ὡς ἡμῖν ἀκούειν παραδέδοται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς - παραδέδοται</foreign>] Demosth. p. 641, 34</note></q> καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι. ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος <milestone unit="tlnum" n="20"/> καλούντων αὐτὸν τῶν Ἀθηναίων σύμβουλον ἀντέβαινεν · <q>οὐ συντέταγμαι</q> λέγων. καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις· ἐν δὲ τῷ κατὰ Μειδίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ Μειδίου</foreign>] p. 576, 17</note> τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι. φησὶ γοῦν <q>ἐγὼ δʼ ἐσκέφθαι μὲν ὦ ἄνδρες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄνδρες</foreign> add. H.</note> <milestone unit="tlnum" n="25"/>Ἀθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ μεμελετηκέναι</foreign> Demosthenes: <foreign xml:lang="grc">καταμεμελετηκέναι</foreign></note> γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν <pb n="v.1.p.14"/> ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν <milestone unit="page" resp="stephanus" n="6e"/> ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρὸς ὑμᾶς</foreign><foreign xml:lang="lat">idem: lacuna in libris</foreign></note></q> τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπʼ ἀξίοις ἀσκεῖν <milestone unit="tlnum" n="5"/> οὐ φαίην ἂν ἔγωγε, ἀλλʼ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί. μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν· ἀλλʼ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦτον τῶν</foreign> Herwerdenus: <foreign xml:lang="grc">τοῦτον</foreign>  <foreign xml:lang="lat">aut</foreign> <foreign xml:lang="grc">τῶν</foreign></note> καιρῶν καλούντων ἐλευθεριάζειν τοῖς λόγοις προσήκει. <milestone unit="tlnum" n="10"/> ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰ</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> <milestone unit="page" resp="stephanus" n="6f"/> λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν <milestone unit="tlnum" n="15"/> εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι. τὸ δʼ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον καθίσταται. ζωγράφος φασὶν ἄθλιος Ἀπελλῇ δείξας <milestone unit="page" resp="stephanus" n="7a"/> εἰκόνα <q>ταύτην</q> ἔφη <q>νῦν γέγραφα,</q> ὁ δὲ <q>καὶ ἢν μὴ <milestone unit="tlnum" n="20"/> λέγῃς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κἂν εἰ μὴ λέγοις</foreign> H</note></q> εἶπεν <q>οἶδʼ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας.</q> ὥσπερ τοίνυν ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν <milestone unit="tlnum" n="25"/> παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν· ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δʼ ἰσχνὴ λίαν ἀνέκπληκτος. καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν <pb n="v.1.p.15"/> <milestone unit="page" resp="stephanus" n="7b"/> ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ. τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δʼ ἐπικίνδυνον καὶ θαυμάζεται. τὴν αὐτὴν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὴν</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> δὲ τυγχάνω γνώμην <milestone unit="tlnum" n="5"/> ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως. οὔτε γὰρ θρασὺν οὔτʼ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι· τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δʼ εἰς ἀνδραποδωδίαν περιίσταται· ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε. βούλομαι δʼ , ἕως ἔτι <milestone unit="tlnum" n="10"/> μέμνημαι τῆς παιδείας, ὡς ἔχω δόξης περὶ αὐτῆς εἰπεῖν, ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμαι τεκμήριον· ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω. μονῳδία γὰρ ἐν ἅπασίν ἐστι πλήσμιον <milestone unit="tlnum" n="15"/> <milestone unit="page" resp="stephanus" n="7c"/> καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">δεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων <milestone unit="tlnum" n="20"/> παιδευμάτων μήτʼ ἀνήκοον μήτʼ ἀθέατον ἐᾶν εἶναι, ἀλλὰ ταῦτα μὲν ἐκ παραδρομῆς μαθεῖν ὡσπερεὶ γεύματος ἕνεκεν ἐν ἅπασι γὰρ τὸ τέλειον ἀδύνατον, τὴν δὲ φιλοσοφίαν πρεσβεύειν. ἔχω δὲ διʼ εἰκόνος παραστῆσαι τὴν ἐμαυτοῦ γνώμην· ὥσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡσπερ γὰρ</foreign>] <foreign xml:lang="grc">ὡς ἄρα</foreign> H</note> γὰρ περιπλεῦσαι <milestone unit="tlnum" n="25"/> <milestone unit="page" resp="stephanus" n="7d"/> μὲν πολλὰς πόλεις καλόν, ἐνοικῆσαι δὲ τῇ κρατίστῃ χρήσιμον <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lacuna indicavi</note> ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ <pb n="v.1.p.16"/> πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι. διὸ δεῖ τῆς ἄλλης <milestone unit="tlnum" n="5"/> παιδείας ὥσπερ κεφάλαιον ποιεῖν τὴν φιλοσοφίαν. περὶ μὲν γὰρ τὴν τοῦ σώματος ἐπιμέλειαν διττὰς εὗρον ἐπιστήμας οἱ ἄνθρωποι, τὴν ἰατρικὴν καὶ τὴν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὴν</foreign> H: <foreign xml:lang="grc">καὶ</foreign></note> γυμναστικήν, ὧν ἡ μὲν τὴν ὑγίειαν, ἡ δὲ τὴν εὐεξίαν ἐντίθησι. τῶν δὲ τῆς ψυχῆς ἀρρωστημάτων <milestone unit="tlnum" n="10"/> καὶ παθῶν ἡ φιλοσοφία μόνη φάρμακόν ἐστι. διὰ γὰρ ταύτην ἔστι καὶ μετὰ ταύτης γνῶναι τί τὸ καλὸν τί τὸ αἰσχρόν, τί τὸ δίκαιον τί τὸ ἄδικον, τί <milestone unit="page" resp="stephanus" n="7e"/> τὸ συλλήβδην αἱρετὸν τί τὸ φευκτόν·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φευκτόν</foreign> H: <foreign xml:lang="grc">φευκτόν</foreign></note> πῶς θεοῖς πῶς γονεῦσι πῶς πρεσβυτέροις πῶς νόμοις πῶς ἀλλοτρίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πῶς ἀλλοτρίοις</foreign><foreign xml:lang="lat">eliminavit</foreign> H</note> <milestone unit="tlnum" n="15"/> πῶς ἄρχουσι πῶς φίλοις πῶς γυναιξὶ πῶς τέκνοις πῶς οἰκέταις χρηστέον ἐστί· ὅτι δεῖ θεοὺς μὲν σέβεσθαι, γονέας δὲ τιμᾶν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πειθαρχεῖν, <gap reason="lost"/> ἄρχουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ante</foreign><foreign xml:lang="grc">ἄρχουσιν</foreign><foreign xml:lang="lat">lac. signa addidi</foreign></note> ὑπείκειν, φίλους ἀγαπᾶν, πρὸς γυναῖκας σωφρονεῖν, τέκνων στερκτικοὺς εἶναι, δούλους μὴ περιυβρίζειν τὸ δὲ μέγιστον, μήτʼ ἐν ταῖς εὐπραγίαις περιχαρεῖς μήτʼ ἐν ταῖς συμφοραῖς περιλύπους ὑπάρχειν, μήτʼ ἐν ταῖς ἡδοναῖς ἐκλύτους εἶναι μήτʼ ἐν ταῖς ὀργαῖς ἐκπαθεῖς καὶ <milestone unit="page" resp="stephanus" n="7f"/> θηριώδεις. ἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας <milestone unit="tlnum" n="25"/> περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω. τὸ μὲν γὰρ εὐγενῶς εὐτυχεῖν ἀνδρός, τὸ δʼ ἀνεπιφθόνως εὐηνίου ἀνθρώπου, τὸ δὲ τοῖς λογισμοῖς περιεῖναι <pb n="v.1.p.17"/> τῶν ἡδονῶν σοφοῦ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σοφοῦ</foreign> Heusingerus: <foreign xml:lang="grc">σοφῶν</foreign></note> τὸ δʼ ὀργῆς κατακρατεῖν ἀνδρὸς οὐ τοῦ τυχόντος ἐστί. τελείους δʼ ἀνθρώπους ἡγοῦμαι <milestone unit="page" resp="stephanus" n="8a"/> τοὺς δυναμένους τὴν πολιτικὴν δύναμιν μῖξαι καὶ κεράσαι τῇ φιλοσοφίᾳ, καὶ δυεῖν ὄντοιν μεγίστοιν <milestone unit="tlnum" n="5"/> ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν ὑπολαμβάνω, τοῦ τε κοινωφελοῦς βίου πολιτευομένους, τοῦ τʼ ἀκύμονος καὶ γαληνοῦ, διατρίβοντας περὶ φιλοσοφίαν. τριῶν γὰρ ὄντων βίων ὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δʼ ἀπολαυστικός, ὁ μὲν ἔκλυτος καὶ <milestone unit="tlnum" n="10"/> δοῦλος τῶν ἡδονῶν ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ διαμαρτάνων ἀνωφελής, ὁ δὲ πρακτικὸς ἀμοιρήσας φιλοσοφίας ἄμουσος καὶ πλημμελής. πειρατέον οὖν εἰς δύναμιν καὶ <milestone unit="page" resp="stephanus" n="8b"/> τὰ κοινὰ πράττειν καὶ τῆς φιλοσοφίας ἀντιλαμβάνεσθαι <milestone unit="tlnum" n="15"/> κατὰ τὸ παρεῖκον τῶν καιρῶν. οὕτως ἐπολιτεύσατο Περικλῆς, οὕτως Ἀρχύτας ὁ Ταραντῖνος, οὕτω Δίων ὁ Συρακόσιος, οὕτως Ἐπαμεινώνδας ὁ Θηβαῖος, ὧν ἅτερος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἁτερος</foreign> W: <foreign xml:lang="grc">ἑκάτερος</foreign></note> Πλάτωνος ἐγένετο συνουσιαστής. καὶ περὶ μὲν παιδείας οὐκ οἶδʼ ὅτι δεῖ πλείονα λέγοντα <milestone unit="tlnum" n="20"/> διατρίβειν πρὸς δὲ τοῖς εἰρημένοις χρήσιμον, μᾶλλον δὲ ἀναγκαῖόν ἐστι μηδὲ τῆς τῶν παλαιῶν συγγραμμάτων κτήσεως ὀλιγώρως ἔχειν, ἀλλὰ καὶ τούτων ποιεῖσθαι συλλογὴν κατὰ τὸ γεωργῶδες. τὸν γὰρ αὐτὸν τρόπον ὄργανον τῆς παιδείας ἡ χρῆσις <milestone unit="tlnum" n="25"/> τῶν βιβλίων ἐστί, καὶ ἀπὸ πηγῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πηγῆς</foreign>] <foreign xml:lang="grc">ταύτης</foreign>?</note> τὴν ἐπιστήμην τηρεῖν συμβέβηκεν.</p></div></div></body></text></TEI>