<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg067.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p rend="indent">περὶ μὲν οὖν τούτων, ὅπως ἕκαστος αὐτὸς ἑαυτὸν πέπεικεν, οὕτως ὑπολαμβανέτω· ἐγὼ δʼ ἐπειδὴ περὶ τῆς τῶν παίδων εὐταξίας εἴρηκα καὶ κοσμιότητος, καὶ ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἤδη μεταβήσομαι <milestone unit="tlnum" n="25"/> καὶ μικρὰ παντάπασιν λέξω· πολλάκις γὰρ κατεμεμψάμην τοὺς μοχθηρῶν ἐθῶν γεγονότας εἰσηγητάς, οἵτινες τοῖς μὲν παισὶ παιδαγωγοὺς καὶ <pb n="v.1.p.27"/> διδασκάλους ἐπέστησαν, τὴν δὲ τῶν μειρακίων ὁρμὴν <milestone unit="page" resp="stephanus" n="12b"/> ἄφετον εἴασαν νέμεσθαι, δέον αὖ τοὐναντίον πλείω τῶν μειρακίων ποιεῖσθαι τὴν εὐλάβειαν καὶ φυλακὴν ἢ τῶν παίδων. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν <milestone unit="tlnum" n="5"/> παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἴσως</foreign><foreign xml:lang="lat">del.</foreign> H</note> ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία· τὰ δὲ τῶν ἤδη νεανισκευομένων ἀδικήματα πολλάκις ὑπερφυᾶ γίνεται καὶ σχέτλια , ἀμετρία γαστρὸς καὶ κλοπαὶ πατρῴων <milestone unit="tlnum" n="10"/> χρημάτων καὶ κύβοι καὶ κῶμοι καὶ πότοι καὶ παρθένων ἔρωτες καὶ γυναικῶν οἰκοφθορίαι γαμετῶν. οὐκοῦν τὰς τούτων ὁρμὰς ταῖς ἐπιμελείαις δεσμεύειν <milestone unit="page" resp="stephanus" n="12c"/> καὶ κατέχειν προσῆκεν, ἀταμίευτον γὰρ τῶν ἡδονῶν ἡ ἀκμὴ καὶ σκιρτητικὸν καὶ χαλινοῦ δεόμενον, ὥσθʼ <milestone unit="tlnum" n="15"/> οἱ μὴ τῆς ἡλικίας ταύτης ἐρρωμένως ἀντιλαμβανόμενοι τῇ ἀνοίᾳ διδόασιν ἐξουσίαν ἐπὶ τὰ ἀδικήματα. ἔδει τοίνυν τοὺς ἔμφρονας πατέρας παρὰ τοῦτον μάλιστα τὸν καιρὸν φυλάττειν ἐγρηγορέναι σωφρονίζειν <milestone unit="tlnum" n="20"/> τοὺς μειρακίσκους διδάσκοντας ἀπειλοῦντας δεομένους , παραδείγματα δεικνύντας τῶν διὰ φιληδονίαν μὲν συμφοραῖς περιπεσόντων διὰ δὲ καρτερίαν ἔπαινον καὶ δόξαν ἀγαθὴν περιποιησαμένων. δύο γὰρ ταῦθʼ ὡσπερεὶ στοιχεῖα τῆς ἀρετῆς ἐστιν, ἐλπίς τε <milestone unit="page" resp="stephanus" n="12d"/> τιμῆς καὶ φόβος τιμωρίας· ἡ μὲν γὰρ ὁρμητικωτέρους <milestone unit="tlnum" n="25"/> πρὸς τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἡ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡ</foreign>] <foreign xml:lang="grc">ὁ</foreign> Huttenus</note> δʼ ὀκνηροὺς πρὸς τὰ φαῦλα τῶν ἔργων ἀπεργάζεται.</p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">καθόλου δʼ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας· <pb n="v.1.p.28"/> ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷον <q>μὴ γεύεσθαι <milestone unit="tlnum" n="5"/> μελανούρων</q> τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. <q>μὴ ζυγὸν ὑπερβαίνειν;</q> <milestone unit="page" resp="stephanus" n="12e"/>τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. <q>μὴ ἐπὶ χοίνικος καθίσαι</q> ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως <milestone unit="tlnum" n="10"/> τὴν ἀναγκαίαν παρασκευάσωμεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">corr.</foreign> H: <foreign xml:lang="grc">παρασκευάσωμεν</foreign></note> τροφήν. <q>μὴ παντὶ ἐμβάλλειν δεξιάν</q> ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν. <q>μὴ φορεῖν στενὸν δακτύλιον;</q> ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς μὴ δεῖν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">καὶ μὴ δεῖν προσάπτειν</foreign></note> αὐτόν. <q>πῦρ σιδήρῳ μὴ σκαλεύειν;</q> ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ <milestone unit="tlnum" n="15"/> γὰρ προσῆκεν, ἀλλʼ ὑπείκειν τοῖς ὀργιζομένοις. <q>μὴ ἐσθίειν καρδίαν</q> ἤτοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἤτοι</foreign><foreign xml:lang="lat">add.</foreign> H  <foreign xml:lang="lat">ex</foreign> Mantissa Provv.  <foreign xml:lang="lat">apud</foreign> Leutschium vol. 2 p. 760</note> μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. <q>κυάμων ἀπέχεσθαι</q> <milestone unit="page" resp="stephanus" n="12f"/>ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι διʼ ὧν πέρας ἐπετίθεσαν <milestone unit="tlnum" n="20"/> ταῖς ἀρχαῖς. <q>σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν·</q> ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δʼ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. <q>μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους <milestone unit="tlnum" n="25"/> ἐλθόντας,</q> τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς <pb n="v.1.p.29"/> τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα <milestone unit="page" resp="stephanus" n="13a"/> δὲ τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν <milestone unit="tlnum" n="5"/> εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ϝεότητα</foreign>] <foreign xml:lang="lat">add.</foreign><foreign xml:lang="grc">ἐπονείδιστον</foreign> Schneiderus</note> ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ <milestone unit="tlnum" n="10"/> ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δʼ ἀσελγαίνειν, φυλάττειν οἱ <milestone unit="page" resp="stephanus" n="13b"/> δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, <q>στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος</q> λέγοντες, <q>ζῆν οὐ παραζῆν <milestone unit="tlnum" n="15"/> προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν.</q> καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν; καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως <milestone unit="tlnum" n="20"/> ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δʼ ὑπερόπται, ὡς ἐκ λυρικῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">scribendum vid</foreign><foreign xml:lang="grc">λυτικῆς</foreign>.  <foreign xml:lang="lat">Noti sunt praeceptores</foreign><foreign xml:lang="grc">λυτικοί</foreign></note> τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθʼ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ ψυχῆς</foreign>] <foreign xml:lang="grc">καὶ ψευδῆ καὶ</foreign>?</note> ὑποβολιμαῖα καὶ νόθα μέρη <milestone unit="tlnum" n="25"/> <milestone unit="page" resp="stephanus" n="13c"/> βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθʼ ὑβρίζεσθαι δοκοῦντες, ὅτι <pb n="v.1.p.30"/> μάτην παρατρέφονται. ὥστʼ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δʼ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γάρ οὗτοι <milestone unit="tlnum" n="5"/> τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.</p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ταῦτα μὲν οὖν καλὰ καὶ συμφέροντα· ἃ δὲ μέλλω λέγειν, ἀνθρώπινα. οὐδὲ γὰρ αὖ πάλιν τοὺς <milestone unit="page" resp="stephanus" n="13d"/> πατέρας ἔγωγʼ ἀξιῶ τελέως τραχεῖς καὶ σκληροὺς εἶναι τὴν φύσιν, ἀλλὰ πολλαχοῦ καὶ συγχωρῆσαί <milestone unit="tlnum" n="10"/> τινα τῷ νεωτέρῳ τῶν ἁμαρτημάτων, καὶ ἑαυτοὺς ἀναμιμνῄσκειν ὅτι ἐγένοντο νέοι. καὶ καθάπερ ἰατροὶ τὰ πικρὰ τῶν φαρμάκων τοῖς γλυκέσι χυμοῖς καταμιγνύντες τὴν τέρψιν ἐπὶ τὸ συμφέρον πάροδον εὗρον, οὓτω δεῖ τοὺς πατέρας τὴν τῶν ἐπιτιμημάτων <milestone unit="tlnum" n="15"/> ἀποτομίαν τῇ πραότητι μιγνύναι, καὶ τοτὲ μὲν ταῖς ἐπιθυμίαις τῶν παίδων ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας, τοτὲ δʼ αὖ πάλιν ἀντιτεῖναι, καὶ μάλιστα <milestone unit="page" resp="stephanus" n="13e"/> μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι. μᾶλλον <milestone unit="tlnum" n="20"/> γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον, ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι. καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδʼ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ <milestone unit="tlnum" n="25"/> γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ ἀκούειν ἀκούοντας. φίλων ἁμαρτήματα φέρομεν· τί θαυμαστὸν εἰ τέκνων; δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">post</foreign><foreign xml:lang="grc">ἐξηλέγξαμεν</foreign><foreign xml:lang="lat">lacunam significavit</foreign> H</note> <pb n="v.1.p.31"/> ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον ἠγανάκτησάς ποτε , ἀλλὰ καὶ σύγγνωθι. ἐβουκόλησέ ποτε διʼ <milestone unit="page" resp="stephanus" n="13f"/> οἰκέτου· τὴν ὀργὴν κάτασχε.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατάσξες</foreign> Emperius</note> ἐξ ἀγροῦ ποτε ζεῦγος ἀφείλετο, ἦλθέ ποτε χθιζῆς μέθης ἀποπνέων, ἀγνόησον· <milestone unit="tlnum" n="5"/> μύρων ὄζων, σίγησον. οὕτω σκιρτῶσα νεότης πωλοδαμνεῖται</p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">πειρατέον δὲ τοὺς τῶν ἡδονῶν ἥττους καὶ πρὸς τὰς ἐπιτιμήσεις δυσηκόους γάμῳ καταζεῦξαι, δεσμὸς γὰρ οὗτος τῆς νεότητος ἀσφαλέστατος. ἐγγυᾶσθαι <milestone unit="tlnum" n="10"/> δὲ δεῖ τοῖς υἱέσι γυναῖκας μήτʼ εὐγενεστέρας πολλῷ μήτε πλουσιωτέρας· τὸ γὰρ <q>τὴν κατὰ σαυτὸν ἔλα</q> σοφόν. ὡς οἵ γε μακρῷ κρείττους ἑαυτῶν λαμβάνοντες οὐ τῶν γυναικῶν ἄνδρες, τῶν δὲ <milestone unit="page" resp="stephanus" n="14a"/> προικῶν δοῦλοι λανθάνουσι γιγνόμενοι.</p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent"><milestone unit="tlnum" n="15"/>βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας. πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθʼ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες <milestone unit="tlnum" n="20"/> ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">υἱέσιν</foreign>?</note> ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δʼ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν <milestone unit="tlnum" n="25"/> <milestone unit="page" resp="stephanus" n="14b"/> ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">υἱέσι</foreign>?</note> χωρὶς δὲ τούτων γένοιντʼ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Plat. Legg. p. 729 c</note> ὅπου γὰρ γέροντές εἰσιν <pb n="v.1.p.32"/> ἀναίσχυντοι, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι. πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθʼ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, <milestone unit="tlnum" n="5"/> ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δʼ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις <quote rend="blockquote"><l>Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε <milestone unit="tlnum" n="10"/> <milestone unit="page" resp="stephanus" n="14c"/> </l><l>Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον. </l><l>γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα </l><l>παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν.</l></quote> τὸ μὲν οὖν πάσας τὰς προειρημένας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὰς προειρημένας</foreign>]  <foreign xml:lang="lat">fort. auditur</foreign><foreign xml:lang="grc">ὑποθήκας</foreign></note> συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς <milestone unit="tlnum" n="15"/> πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δʼ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.</p></div></div></body></text></TEI>