<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg067.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="11"><p rend="indent"><milestone unit="page" resp="stephanus" n="8c"/>οὐ τοίνυν ἄξιον οὐδὲ τὴν τῶν σωμάτων <pb n="v.1.p.18"/> ἀγωνίαν παρορᾶν, ἀλλὰ πέμποντας ἐς παιδοτρίβου τοὺς παῖδας ἱκανῶς ταῦτα διαπονεῖν, ἅμα μὲν τῆς τῶν σωμάτων εὐρυθμίας ἕνεκεν, ἅμα δὲ καὶ πρὸς ῥώμην· καλοῦ γὰρ γήρως θεμέλιος ἐν παισὶν ἡ τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡ ἐν παισὶν τῶν</foreign> H</note> <milestone unit="tlnum" n="5"/> σωμάτων εὐεξία. καθάπερ οὖν ἐν εὐδίᾳ τὰ πρὸς τὸν χειμῶνα προσῆκε παρασκευάζειν, οὕτως ἐν νεότητι τὴν εὐταξίαν καὶ τὴν σωφροσύνην ἐφόδιον εἰς τὸ γῆρας ἀποτίθεσθαι. οὕτω δὲ δεῖ ταμιεύεσθαι τὸν <milestone unit="page" resp="stephanus" n="8d"/> τοῦ σώματος πόνον, ὡς μὴ καταξήρους γινομένους <milestone unit="tlnum" n="10"/> πρὸς τὴν τῆς παιδείας ἐπιμέλειαν ἀπαγορεύειν κατὰ γὰρ Πλάτωνα ὕπνοι καὶ κόποι μαθήμασι πολέμιοι. καὶ τί ταῦτα;<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τί ταῦτα;</foreign>] <foreign xml:lang="grc">καὶ ταῦτα μὲν τοιαῦτα</foreign> Emperius</note> ἀλλʼ ὅπερ πάντων ἐστὶ κυριώτατον τῶν εἰρημένων σπεύδω λέγειν. πρὸς γὰρ τοὺς στρατιωτικοὺς ἀγῶνας τοὺς παῖδας ἀσκητέον ἐν ἀκοντισμοῖς <milestone unit="tlnum" n="15"/> αὐτοὺς καταθλοῦντας καὶ τοξείαις καὶ θήραις. <q>τὰ</q> γὰρ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὰ γὰρ</foreign>] Xen. Cyr. II 3 2</note> <q>τῶν ἡττωμένων</q> ἐν ταῖς μάχαις <q>ἀγαθὰ τοῖς νικῶσιν ἆθλα πρόκειται</q> πόλεμος δʼ ἐσκιατραφημένην σωμάτων ἕξιν οὐ δέχεται, ἰσχνὸς δὲ στρατιώτης πολεμικῶν ἀγώνων ἐθὰς ἀθλητῶν καὶ πολεμίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ ἀθλητῶν πολεμίων</foreign>?</note> <milestone unit="tlnum" n="20"/> <milestone unit="page" resp="stephanus" n="8e"/> φάλαγγας διωθεῖ. τί οὖν ἄν τις εἴποι; σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν παραμελῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραμελεῖν</foreign> W</note> ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμονοεῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁμονοεῖς</foreign>] <foreign xml:lang="grc">ἐμμελεῖς</foreign> cf. p. 4 c</note> τὰς ὑποθήκας διδόναι. πρὸς οὓς οὐ <milestone unit="tlnum" n="25"/> χαλεπὸν ἀπαντῆσαι. ἐγὼ γὰρ μάλιστʼ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν· εἰ δέ τινες <pb n="v.1.p.19"/> ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι , τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα συμβουλεύοντα. πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν ποιεῖσθαι <milestone unit="tlnum" n="5"/> τῶν παίδων καὶ τοῖς πένησιν· εἰ δὲ μὴ , τῇ γε δυνατῇ <milestone unit="page" resp="stephanus" n="8f"/> χρηστέον. καὶ ταῦτα μὲν δὴ τῷ λόγῳ παρεφορτισάμην, ἵνʼ ἐφεξῆς καὶ τἄλλα τὰ φέροντα πρὸς τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συνάψω.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ <milestone unit="tlnum" n="10"/> τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσι καὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδʼ αἰκισμοῖς. δοκεῖ γάρ που ταῦτα τοῖς δούλοις μᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν· ἀποναρκῶσι γὰρ καὶ φρίττουσι πρὸς τοὺς πόνους, τὰ μὲν διὰ τὰς ἀλγηδόνας τῶν πληγῶν, τὰ <milestone unit="tlnum" n="15"/> δὲ καὶ διὰ τὰς ὕβρεις. ἔπαινοι δὲ καὶ ψόγοι πάσης <milestone unit="page" resp="stephanus" n="9a"/> εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δʼ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες. δεῖ δʼ ἐναλλάξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις, κἀπειδάν ποτε <milestone unit="tlnum" n="20"/> θρασύνωνται,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θρασύνωνται</foreign> H: <foreign xml:lang="grc">εὐφρανῶνται</foreign></note> ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάλιν</foreign><foreign xml:lang="lat">delevit</foreign> H</note> τὸν μαστὸν ὑπέχουσι. δεῖ δʼ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν· <milestone unit="tlnum" n="25"/> χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται.</p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent"><milestone unit="page" resp="stephanus" n="9b"/>ἤδη δέ τινας ἐγὼ εἶδον πατέρας, οἷς τὸ λίαν φιλεῖν τοῦ μὴ φιλεῖν αἴτιον κατέστη. τί οὖν <pb n="v.1.p.20"/> ἐστιν ὃ βούλομαι λέγειν, ἵνα τῷ παραδείγματι φωτεινότερον ποιήσω τὸν λόγον; σπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι πόνους αὐτοῖς ὑπερμέτρους ἐπιβάλλουσιν, οἷς ἀπαυδῶντες ἐκπίπτουσι, <milestone unit="tlnum" n="5"/> καὶ ἄλλως βαρυνόμενοι ταῖς κακοπαθείαις οὐ δέχονται τὴν μάθησιν εὐηνίως. ὥσπερ γὰρ τὰ φυτὰ τοῖς μὲν μετρίοις ὕδασι τρέφεται, τοῖς δὲ πολλοῖς πνίγεται, τὸν αὐτὸν τρόπον ψυχὴ τοῖς μὲν συμμέτροις αὔξεται πόνοις, τοῖς δʼ ὑπερβάλλουσι βαπτίζεται. <milestone unit="tlnum" n="10"/> <milestone unit="page" resp="stephanus" n="9c"/> δοτέον οὖν τοῖς παισὶν ἀναπνοὴν τῶν συνεχῶν πόνων, ἐνθυμουμένους ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς ἄνεσιν καὶ σπουδὴν διῄρηται. καὶ διὰ τοῦτʼ οὐ μόνον ἐγρήγορσις ἀλλὰ καὶ ὕπνος εὑρέθη, οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη, οὐδὲ χειμὼν ἀλλὰ καὶ εὐδία, <milestone unit="tlnum" n="15"/> οὐδʼ ἐνεργοὶ πράξεις ἀλλὰ καὶ ἑορταί. συνελόντι δʼ εἰπεῖν ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα. καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτʼ ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> ἴδοι τις γιγνόμενον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀψύχων καὶ γὰρ τὰ τόξα καὶ τὰς λύρας ἀνίεμεν, ἵνʼ ἐπιτεῖναι δυνηθῶμεν. <milestone unit="tlnum" n="20"/> καθόλου δὲ σῴζεται σῶμα μὲν ἐνδείᾳ καὶ πληρώσει, ψυχὴ δʼ ἀνέσει καὶ πόνῳ. ἄξιον δʼ ἐπιτιμᾶν τῶν <milestone unit="page" resp="stephanus" n="9d"/> πατέρων ἐνίοις, οἵτινες παιδαγωγοῖς καὶ διδασκάλοις ἐπιτρέψαντες τοὺς υἱεῖς αὐτοὶ τῆς τούτων μαθήσεως οὔτʼ αὐτόπται γίγνονται τὸ παράπαν οὔτʼ αὐτήκοοι, <milestone unit="tlnum" n="25"/> πλεῖστον τοῦ δέοντος ἁμαρτάνοντες. αὐτοὺς γὰρ παρʼ ὀλίγας ἡμέρας δεῖ δοκιμασίαν λαμβάνειν τῶν παίδων, ἀλλὰ μὴ τὰς ἐλπίδας ἔχειν ἐν μισθωτοῦ διαθέσει· καὶ γὰρ ἐκεῖνοι πλείονα ποιήσονται τὴν <pb n="v.1.p.21"/> ἐπιμέλειαν τῶν παίδων, μέλλοντες ἑκάστοτε διδόναι τὰς εὐθύνας. κἀνταῦθα δὴ τὸ ῥηθὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ ῥηθὲν</foreign>] Xen. Oecon. XII 20</note> ὑπὸ τοῦ ἱπποκόμου χάριεν, ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον ὡς βασιλέως ὀφθαλμός. πάντων δὲ μάλιστα τὴν μνήμην <milestone unit="tlnum" n="5"/> <milestone unit="page" resp="stephanus" n="9e"/> τῶν παίδων ἀσκεῖν καὶ συνεθίζειν αὕτη γὰρ ὥσπερ τῆς παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην, αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲν</foreign>] <foreign xml:lang="lat">add.</foreign><foreign xml:lang="grc">τὴν παιδείαν</foreign> W</note> γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε. καὶ <milestone unit="tlnum" n="10"/> τοίνυν ταύτην κατʼ ἀμφότερʼ ἐστὶν ἀσκητέον, εἴτʼ ἐκ φύσεως μνήμονες εἶεν οἱ παῖδες, εἴτε καὶ τοὐναντίον ἐπιλήσμονες. τὴν γὰρ πλεονεξίαν τῆς φύσεως ἐπιρρώσομεν, τὴν δʼ ἔλλειψιν ἀναπληρώσομεν· καὶ οἱ μὲν τῶν ἄλλων ἔσονται βελτίους, οἱ δʼ ἑαυτῶν. <milestone unit="tlnum" n="15"/> τὸ γὰρ Ἡσιόδειον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδειον</foreign>] OD 361</note> καλῶς εἴρηται <quote rend="blockquote"><l>εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο <milestone unit="page" resp="stephanus" n="9f"/> </l><l>καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.</l></quote> μὴ λανθανέτω τοίνυν μηδὲ τοῦτο τοὺς πατέρας, ὅτι <milestone unit="tlnum" n="20"/> τὸ μνημονικὸν τῆς μαθήσεως μέρος οὐ μόνον πρὸς τὴν παιδείαν ἀλλὰ καὶ πρὸς τὰς τοῦ βίου πράξεις οὐκ ἐλαχίστην συμβάλλεται μοῖραν. ἡ γὰρ τῶν γεγενημένων πράξεων μνήμη τῆς περὶ τῶν μελλόντων εὐβουλίας γίγνεται παράδειγμα.</p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent"><milestone unit="tlnum" n="25"/>καὶ μέντοι καὶ τῆς αἰσχρολογίας ἀπακτέον τοὺς υἱεῖς <q>λόγος γὰρ ἔργου σκιή</q> κατὰ Δημόκριτον. <milestone unit="page" resp="stephanus" n="10a"/> εἶτά γε μὴν ἐντευκτικοὺς αὐτοὺς εἶναι <pb n="v.1.p.22"/> παρασκευαστέον καὶ φιλοπροσηγόρους οὐδὲν γὰρ ὡς τὰ ἀνέντευκτα τῶν ἠθῶν ἐστιν οὕτως ἀξιομίσητον. ἔτι τοίνυν οἱ παῖδες ἀμισεῖς γίγνοιντʼ ἂν τοῖς συνοῦσι μὴ παντελῶς ἐν ταῖς ζητήσεσιν ἀπαραχώρητοι γιγνόμενοι· <milestone unit="tlnum" n="5"/> οὐ γὰρ τὸ νικᾶν μόνον ἀλλὰ καὶ τὸ ἡττᾶσθαι ἐπίστασθαι καλὸν ἐν οἷς τὸ νικᾶν βλαβερόν. ἔστι γὰρ ὡς ἀληθῶς καὶ νίκη Καδμεία. ἔχω δὲ μάρτυρα τούτου Εὐριπίδην τὸν σοφὸν ἐπαγαγέσθαι λέγοντα <milestone unit="page" resp="stephanus" n="10b"/> <quote rend="blockquote"><l> δυοῖν λεγόντοιν, θατέρου θυμουμένου,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 445</note> <milestone unit="tlnum" n="10"/> </l><l>ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος</l></quote> ἃ τοίνυν τῶν εἰρημένων οὐδενὸς ἧττόν ἐστιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδενὸς ἧττόν ἐστιν</foreign>] <foreign xml:lang="grc">οὐδὲν ἧττον</foreign> H</note> ἀλλὰ καὶ μᾶλλον ἐπιτηδευτέα τοῖς νέοις καὶ δὴ λεκτέον. ταῦτα δʼ ἐστὶ τὸ τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ τὸν</foreign> Meziriacus: <foreign xml:lang="grc">τὸν</foreign></note> βίον ἀτύφωτον ἀσκεῖν, τὸ τὴν γλῶτταν κατέχειν, τὸ τῆς ὀργῆς ὑπεράνω γίγνεσθαι, <milestone unit="tlnum" n="15"/> τὸ τῶν χειρῶν κρατεῖν. τούτων ἕκαστον ἡλίκον ἐστὶ σκεπτέον ἔσται δʼ ἐπὶ παραδειγμάτων γνωριμώτερα. οἷον ἵνʼ ἀπὸ τοῦ τελευταίου πρῶτον ἄρξωμαι, τὰς χεῖράς τινες ὑποσχόντες λήμμασιν ἀδίκοις τὴν δόξαν τῶν προβεβιωμένων ἐξέχεαν· ὡς Γύλιππος ὁ Λακεδαιμόνιος <milestone unit="tlnum" n="20"/> <milestone unit="page" resp="stephanus" n="10c"/> τὰ σακκία τῶν χρημάτων παραλύσας φυγὰς ἀπηλάθη τῆς Σπάρτης. τό γε μὴν ἀόργητον ἀνδρός ἐστι σοφοῦ. Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφʼ αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδάζοντας <milestone unit="tlnum" n="25"/> ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν, <q>ἆρʼ</q> ἔφησε <q>καὶ εἲ μʼ ὄνος ἐλάκτισεν, ἀντιλακτίσαι τοῦτον ἠξιώσατʼ ἄν;</q> οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων <pb n="v.1.p.23"/> δʼ αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο. Ἀριστοφάνους δέ, ὅτε τὰς Νεφέλας ἐξέφερε , παντοίως πᾶσαν ὕβριν αὐτοῦ κατασκεδαννύντος, καί τινος τῶν παρόντων <q>κᾆτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κᾆτα</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κατὰ</foreign></note> τοιαῦτʼ ἀνακωμῳδοῦντος <milestone unit="tlnum" n="5"/> οὐκ ἀγανακτεῖς</q> εἰπόντος <q>ὦ Σώκρατες;</q> <q><milestone unit="page" resp="stephanus" n="10d"/> μὰ Δίʼ οὐκ ἔγωγʼ ἔφησεν</q> <q>ὡς γὰρ ἐν συμποσίῳ μεγάλῳ τῷ θεάτρῳ σκώπτομαι</q> ἀδελφὰ τούτοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τούτοις</foreign>] <foreign xml:lang="grc">δὲ τούτοις</foreign> H</note> καὶ σύζυγα φανήσονται πεποιηκότες Ἀρχύτας ὁ Ταραντῖνος καὶ Πλάτων. ὁ μὲν γὰρ ἐπανελθὼν ἀπὸ τοῦ <milestone unit="tlnum" n="10"/> πολέμου στρατηγῶν δʼ ἐτύγχανε γῆν καταλαβὼν κεχερσωμένην, τὸν ἐπίτροπον καλέσας αὐτῆς ᾤμωξας <q>ἄν</q> ἔφησεν <q>εἰ μὴ λίαν ὠργιζόμην</q> Πλάτων δὲ δούλῳ λίχνῳ καὶ βδελυρῷ θυμωθείς, τὸν τῆς ἀδελφῆς υἱὸν Σπεύσιππον καλέσας <q>τοῦτον</q> ἔφησεν ἀπελθών <q>κρότησον·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κρότησον</foreign>] <foreign xml:lang="grc">κόλασον</foreign> Heusingerus</note> <milestone unit="tlnum" n="15"/> ἐγὼ γὰρ πάνυ θυμοῦμαι</q> χαλεπὰ δὲ ταῦτα καὶ δυσμίμητα φαίη τις ἄν. οἶδα κἀγώ. πειρατέον <milestone unit="page" resp="stephanus" n="10e"/> οὖν εἰς ὅσον οἷόν τʼ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι ταῖς ἐκείνων <milestone unit="tlnum" n="20"/> ἐσμὲν οὔτʼ ἐμπειρίαις οὔτε καλοκαγαθίαις. ἀλλʼ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι καὶ περικνίζειν ἐπιχειροῦμεν. τὸ τοίνυν τῆς γλώττης κρατεῖν περὶ τούτου γάρ, ὥσπερ <milestone unit="tlnum" n="25"/> ὑπεθέμην, εἰπεῖν λοιπόν εἴ τις μικρὸν καὶ φαῦλον ὑπείληφε , πλεῖστον διαμαρτάνει τῆς ἀληθείας. σοφὸν γὰρ εὔκαιρος σιγὴ καὶ παντὸς λόγου κρεῖττον. <pb n="v.1.p.24"/> <milestone unit="page" resp="stephanus" n="10f"/> καὶ διὰ τοῦτό μοι δοκεῖ τὰς μυστηριώδεις τελετὰς οἱ παλαιοὶ κατέδειξαν, ἵνʼ ἐν ταύταις σιωπᾶν ἐθισθέντες ἐπὶ τὴν τῶν ἀνθρωπίνων μυστηρίων πίστιν τὸν ἀπὸ τῶν θεῶν μεταφέρωμεν φόβον. καὶ γὰρ αὖ <milestone unit="tlnum" n="5"/> σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθεῖς. καὶ τὸ μὲν σιγηθὲν ἐξειπεῖν ῥᾴδιον, τὸ δὲ ῥηθὲν ἀναλαβεῖν ἀδύνατον. μυρίους δʼ ἔγωγʼ οἶδʼ ἀκούσας ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας διὰ <milestone unit="page" resp="stephanus" n="11a"/> τὴν τῆς γλώττης ἀκρασίαν. ὧν τοὺς ἄλλους παραλιπὼν <milestone unit="tlnum" n="10"/> ἑνὸς ἢ δυεῖν τύπου ἕνεκεν ἐπιμνησθήσομαι. τοῦ γὰρ Φιλαδέλφου γήμαντος τὴν ἀδελφὴν Ἀρσινόην Σωτάδης εἰπών <quote rend="blockquote">εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς</quote> ἐν δεσμωτηρίῳ πολλοὺς κατεσάπη χρόνους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολὺν κατεσάπη χρόνον</foreign> H</note> καὶ τῆς <milestone unit="tlnum" n="15"/> ἀκαίρου λαλιᾶς οὐ μεμπτὴν ἔδωκε δίκην, ἵνα δὲ γέλωτα παράσχῃ τοῖς ἄλλοις, αὐτὸς πολὺν χρόνον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολὺν χρόνον</foreign><foreign xml:lang="lat">del.</foreign> H</note> ἔκλαυσεν. ἐνάμιλλα δὲ τούτοις καὶ σύζυγα καὶ Θεόκριτος ὁ σοφιστὴς εἶπέ τε καὶ ἔπαθε, καὶ πολὺ δεινότερα. Ἀλεξάνδρου γὰρ πορφυρᾶς ἐσθῆτας κελεύσαντος <milestone unit="tlnum" n="20"/> <milestone unit="page" resp="stephanus" n="11b"/> κατασκευάζειν τοὺς Ἕλληνας, ἵνʼ ἐπανελθὼν τὰ ἐπινίκια τοῦ πολέμου τοῦ κατὰ τῶν βαρβάρων θύσειε, καὶ τῶν ἐθνῶν κατὰ κεφαλὴν εἰσφερόντων ἄργυρον πρότερον <q>μέν</q> ἔφησεν <q>ἠμφισβήτουν, νῦν δʼ ᾔσθημαι σαφῶς ὅτι ὁ <q>πορφύρεος</q> Ὁμήρου <q>θάνατος</q> <milestone unit="tlnum" n="25"/> οὗτός ἐστιν.</q> ἐξ ὧν ἐχθρὸν ἐκτήσατο τὸν Ἀλέξανδρον. Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πήρωσιν προφέρων εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ <pb n="v.1.p.25"/> ἀρχιμάγειρον Εὐτροπίωνα γεγενημένον ἐν τάξει πέμψας παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι <milestone unit="page" resp="stephanus" n="11c"/> καὶ λαβεῖν. ταῦτα δʼ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντος <q>εὖ οἶδʼ ἔφησεν</q> <q>ὅτι <milestone unit="tlnum" n="5"/> ὠμόν με θέλεις τῷ Κύκλωπι, παραθεῖναι,</q> ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δʼ ὅτι μάγειρος ἦν. κἀκεῖνος <q>τοιγαροῦν</q> εἰπών <q>τὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην</q> , ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας <milestone unit="tlnum" n="10"/> ἀνεῖλε τὸν Θεόκριτον. παρὰ πάντα δὲ ταῦτα , ὅπερ ἐστὶν ἱεροπρεπέστατον, ἐθίζειν τοὺς παῖδας τῷ τἀληθῆ λέγειν τὸ γὰρ ψεύδεσθαι δουλοπρεπὲς καὶ πᾶσιν ἀνθρώποις ἄξιον μισεῖσθαι καὶ οὐδὲ μετρίοις δούλοις συγγνωστόν. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"><milestone unit="page" resp="stephanus" n="11d"/>ταῦτα μὲν οὖν οὐκ ἐνδοιάσας οὐδὲ μελλήσας περὶ τῆς τῶν παίδων εὐκοσμίας καὶ σωφροσύνης διείλεγμαι· περὶ δὲ τοῦ ῥηθήσεσθαι μέλλοντος ἀμφίδοξός εἰμι καὶ διχογνώμων, καὶ τῇδε κἀκεῖσε μετακλίνων ὡς ἐπὶ πλάστιγγος πρὸς οὐδέτερον ῥέψαι <milestone unit="tlnum" n="20"/> δύναμαι, πολὺς δʼ ὄκνος ἔχει με καὶ τῆς εἰσηγήσεως καὶ τῆς ἀποτροπῆς τοῦ πράγματος. ἀποτολμητέον δʼ οὖν ὅμως εἰπεῖν αὐτό. τί οὖν τοῦτʼ ἐστί; πότερα δεῖ τοὺς ἐρῶντας τῶν παίδων ἐᾶν τούτοις συνεῖναι <milestone unit="page" resp="stephanus" n="11e"/> καὶ, συνδιατρίβειν, ἢ τοὐναντίον εἴργειν αὐτοὺς καὶ <milestone unit="tlnum" n="25"/> ἀποσοβεῖν τῆς πρὸς τούτους ὁμιλίας προσῆκεν; ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς <pb n="v.1.p.26"/> γενέσθαι καὶ σύμβουλος, ὅταν δʼ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ <milestone unit="tlnum" n="5"/> τὰ μειράκια προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος <milestone unit="page" resp="stephanus" n="11f"/> γίγνομαι καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον. μαρτυρεῖ δὲ τούτοις Εὐριπίδης οὕτω λέγων <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> ἀλλʼ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 367</note> </l><l>ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς</l></quote> τὸ δὲ τοῦ Πλάτωνος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτωνος</foreign>] Rep. p. 468 b</note> σπουδῇ καὶ χαριεντισμῷ μεμιγμένον οὐ παραλειπτέον. ἐξεῖναι γάρ φησι δεῖν τοῖς ἀριστεύσασιν ὃν ἂν βούλωνται τῶν καλῶν φιλῆσαι. <milestone unit="tlnum" n="15"/> τοὺς μὲν οὖν τῆς ὥρας ἐπιθυμοῦντας ἀπελαύνειν προσῆκε, τοὺς δὲ τῆς ψυχῆς ἐραστὰς ἐγκρίνειν κατὰ τὸ σύνολον. καὶ τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> Ἤλιδι <milestone unit="page" resp="stephanus" n="12a"/> φευκτέον ἔρωτας καὶ τὸν ἐν Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δʼ Ἀθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι <milestone unit="tlnum" n="20"/> ζηλωτέον.</p></div></div></body></text></TEI>