<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg067.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="page" resp="stephanus" n="1a"/>τί τις ἂν ἔχοι εἰπεῖν περὶ τῆς τῶν ἐλευθέρων παίδων ἀγωγῆς καὶ τίνι χρώμενοι σπουδαῖοι τοὺς τρόπους ἂν ἀποβαῖεν, φέρε σκεψώμεθα.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">βέλτιον δʼ ἴσως ἀπὸ τῆς γενέσεως ἄρξασθαι <milestone unit="tlnum" n="5"/> πρῶτον. τοῖς τοίνυν ἐπιθυμοῦσιν ἐνδόξων τέκνων <milestone unit="page" resp="stephanus" n="1b"/> γενέσθαι πατράσιν ὑποθείμην ἂν ἔγωγε μὴ ταῖς τυχούσαις γυναιξὶ συνοικεῖν, λέγω δʼ οἷον ἑταίραις ἢ παλλακαῖς τοῖς γὰρ μητρόθεν ἢ πατρόθεν οὐκ εὖ γεγονόσιν ἀνεξάλειπτα παρακολουθεῖ τὰ τῆς δυσγενείας <milestone unit="tlnum" n="10"/> ὀνείδη παρὰ πάντα τὸν βίον καὶ πρόχειρα τοῖς ἐλέγχειν καὶ λοιδορεῖσθαι βουλομένοις. καὶ σοφὸς ἦν ἄρʼ ὁ ποιητὴς ὅς φησιν <quote rend="blockquote"><l> ὅταν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅταν</foreign>] Eurip. Herc. f. 1261</note> δὲ κρηπὶς μὴ καταβληθῇ γένους </l><l>ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους</l></quote> <milestone unit="tlnum" n="15"/> καλὸς οὖν παρρησίας θησαυρὸς εὐγένεια, ἧς δὴ πλεῖστον λόγον ποιητέον τοῖς νομίμου παιδοποιίας γλιχομένοις. καὶ μὲν δὴ τὰ φρονήματα τῶν ὑπόχαλκον <milestone unit="page" resp="stephanus" n="1c"/> καὶ κίβδηλον ἐχόντων τὸ γένος σφάλλεσθαι καὶ ταπεινοῦσθαι πέφυκε, καὶ μάλʼ ὀρθῶς ὁ λέγων ποιητής <milestone unit="tlnum" n="20"/> φησι <pb n="v.1.p.2"/> <quote rend="blockquote"><l>δουλοῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δουλοῖ</foreign>] Eur. Hipp. 424</note> γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, </l><l>ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μητρὸς ἢ πατρὸς</foreign> Euripides: <foreign xml:lang="grc">πατρὸς ἢ μητρὸς</foreign></note> κακά</l></quote> ὥσπερ ἀμέλει μεγαλαυχίας ἐμπίπλανται καὶ φρυάγματος οἱ γονέων διασήμων. Διόφαντον γοῦν τὸν <milestone unit="tlnum" n="5"/>Θεμιστοκλέους πολλάκις λέγουσι φάναι καὶ πρὸς πολλοὺς ὡς ὅ τι ἂν αὐτὸς βούληται, τοῦτο καὶ τῷ δήμῳ συνδοκεῖ τῷ τῶν Ἀθηναίων. ἃ μὲν γὰρ αὐτὸς ἐθέλει, καὶ ἡ μήτηρ· ἃ δʼ ἂν ἡ μήτηρ, καὶ Θεμιστοκλῆς <milestone unit="page" resp="stephanus" n="1d"/> ἃ δʼ ἂν Θεμιστοκλῆς, καὶ πάντες Ἀθηναῖοι. πάνυ <milestone unit="tlnum" n="10"/> δʼ ἄξιον ἐπαινεῖν καὶ Λακεδαιμονίους τῆς μεγαλοφροσύνης, οἵτινες Ἀρχίδαμον τὸν βασιλέα ἑαυτῶν ἐζημίωσαν χρήμασιν, ὅτι μικρὰν τὸ μέγεθος γυναῖκα γάμῳ λαβεῖν ὑπέμεινεν, ὑπειπόντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπειπόντες</foreign> Meziriacus.</note> ὡς οὐ βασιλέας ἀλλὰ βασιλείδας παρασχεῖν αὐτοῖς διανοοῖτο.</p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent"><milestone unit="tlnum" n="15"/>ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο. τὸ ποῖον; ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ παράπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν συνουσιασμόν. φίλοινοι γὰρ καὶ μεθυστικοὶ <milestone unit="tlnum" n="20"/> γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ ποιησάμενοι τύχωσιν. <milestone unit="page" resp="stephanus" n="2a"/> καὶ Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν <q>νεανίσκε</q> ἔφησεν, <q>ὁ πατήρ σε μεθύων ἔσπειρε</q> καὶ περὶ μὲν τῆς γενέσεως τοσαῦτʼ εἰρήσθω <milestone unit="tlnum" n="25"/> μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ δὴ λεκτέον.</p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">καθόλου μὲν εἰπεῖν, ὃ κατὰ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν λέγειν εἰώθαμεν, ταὐτὸ καὶ κατὰ τῆς <pb n="v.1.p.3"/> ἀρετῆς φατέον ἐστίν, ὡς εἰς τὴν παντελῆ δικαιοπραγίαν τρία δεῖ συνδραμεῖν, φύσιν καὶ λόγον καὶ ἔθος. καλῶ δὲ λόγον μὲν τὴν μάθησιν, ἔθος δὲ τὴν ἄσκησιν. εἰσὶ δʼ αἱ μὲν ἀρχαὶ τῆς φύσεως, αἱ δὲ <milestone unit="tlnum" n="5"/> <milestone unit="page" resp="stephanus" n="2b"/> προκοπαὶ τῆς μαθήσεως, αἱ δὲ χρήσεις τῆς μελέτης, αἱ δʼ ἀκρότητες πάντων. καθʼ ὃ δʼ ἂν λειφθῇ τούτων, κατὰ τοῦτʼ ἀνάγκη χωλὴν γίγνεσθαι τὴν ἀρετήν. ἡ μὲν γὰρ φύσις ἄνευ μαθήσεως τυφλόν, ἡ δὲ μάθησις δίχα φύσεως ἐλλιπές, ἡ δʼ ἄσκησις χωρὶς ἀμφοῖν <milestone unit="tlnum" n="10"/> ἀτελές. ὥσπερ δʼ ἐπὶ τῆς γεωργίας πρῶτον μὲν ἀγαθὴν ὑπάρξαι δεῖ τὴν γῆν, εἶτα δὲ τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν</foreign><foreign xml:lang="lat">add.</foreign> H</note> φυτουργὸν ἐπιστήμονα, εἶτα τὰ σπέρματα σπουδαῖα, τὸν αὐτὸν τρόπον γῇ μὲν ἔοικεν ἡ φύσις, γεωργῷ δʼ ὁ παιδεύων, σπέρματι δʼ αἱ τῶν λόγων ὑποθῆκαι καὶ τὰ <milestone unit="tlnum" n="15"/> <milestone unit="page" resp="stephanus" n="2c"/> παραγγέλματα. ταῦτα πάντα διατεινάμενος ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν</foreign><foreign xml:lang="lat">add.</foreign> Emperius</note> εἴποιμʼ ὅτι συνῆλθε καὶ συνέπνευσεν εἰς τὰς τῶν παρʼ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καί τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν. εὔδαιμον μέν οὖν καὶ θεοφιλές εἴ τῳ ταῦτα <milestone unit="tlnum" n="20"/> πάντα θεῶν τις ἀπέδωκεν. εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνανδραμεῖν</foreign>] <foreign xml:lang="grc">ἀναλαβεῖν</foreign> W</note>, ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς διαμαρτάνων. φύσεως μὲν γὰρ <milestone unit="tlnum" n="25"/> ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δʼ ἐπανορθοῖ διδαχή· καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει, <milestone unit="page" resp="stephanus" n="2d"/> τὰ δὲ χαλεπὰ ταῖς ἐπιμελείαις ἁλίσκεται. καταμάθοις <pb n="v.1.p.4"/> δʼ ἂν ὡς ἀνύσιμον πρᾶγμα καὶ τελεσιουργὸν ἐπιμέλεια καὶ πόνος ἐστίν, ἐπὶ πολλὰ τῶν γιγνομένων ἐπιβλέψας. σταγόνες μὲν γὰρ ὕδατος πέτρας κοιλαίνουσι, σίδηρος δὲ καὶ χαλκὸς ταῖς ἐπαφαῖς τῶν χειρῶν <milestone unit="tlnum" n="5"/> ἐκτρίβονται, οἱ δʼ ἁρμάτειοι τροχοὶ πόνῳ καμφθέντες οὐδʼ ἂν εἴ τι γένοιτο τὴν ἐξ ἀρχῆς δύναιντʼ ἀναλαβεῖν εὐθυωρίαν· τάς γε μὴν καμπύλας τῶν ὑποκριτῶν βακτηρίας ἀπευθύνειν ἀμήχανον, ἀλλὰ τὸ παρὰ φύσιν τῷ πόνῳ τοῦ κατὰ φύσιν ἐγένετο <milestone unit="tlnum" n="10"/> κρεῖττον. καὶ μόνα ἆρα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ μόνα ἆρα</foreign>} <foreign xml:lang="grc">μόνα ἄρα</foreign> H</note> ταῦτα τὴν τῆς ἐπιμελείας ἰσχὺν διαδείκνυσιν; οὔκ, ἀλλὰ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλὰ καὶ</foreign>] <foreign xml:lang="grc">ἀλλὰ</foreign> H</note> μυρίʼ ἐπὶ μυρίοις. <milestone unit="page" resp="stephanus" n="2e"/> ἀγαθὴ γῆ πέφυκεν· ἀλλʼ ἀμεληθεῖσα χερσεύεται, καὶ ὅσῳ τῇ φύσει βελτίων ἐστί, τοσούτῳ μᾶλλον ἐξαργηθεῖσα διʼ ἀμέλειαν ἐξαπόλλυται. ἀλλʼ ἔστι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλ’ ἔστι</foreign>] <foreign xml:lang="grc">ἔστι</foreign> H</note>τις <milestone unit="tlnum" n="15"/> ἀπόκροτος καὶ τραχυτέρα τοῦ δέοντος· ἀλλὰ γεωργηθεῖσα παραυτίκα γενναίους καρποὺς ἐξήνεγκε. ποῖα δὲ δένδρα οὐκ ὀλιγωρηθέντα μὲν στρεβλὰ φύεται καὶ ἄκαρπα καθίσταται, τυχόντα δʼ ὀρθῆς παιδαγωγίας ἔγκαρπα γίγνεται καὶ τελεσφόρα; ποία δὲ σώματος <milestone unit="tlnum" n="20"/> ἰσχὺς οὐκ ἐξαμβλοῦται καὶ καταφθίνει διʼ ἀμέλειαν καὶ τρυφὴν καὶ καχεξίαν; τίς δʼ ἀσθενὴς φύσις οὐ τοῖς γυμνασαμένοις καὶ καταθλήσασι πλεῖστον <milestone unit="page" resp="stephanus" n="2f"/> εἰς ἰσχὺν ἐπέδωκε; τίνες δʼ ἵπποι καλῶς πωλοδαμνηθέντες <milestone unit="tlnum" n="25"/> δʼ ἀδάμαστοι μείναντες οὐ σκληραύχενες καὶ οὐκ εὐπειθεῖς ἐγένοντο τοῖς ἀναβάταις; θυμοειδεῖς ἀπέβησαν; καὶ τί δεῖ τἄλλα θαυμάζειν, ὅπου γε τῶν θηρίων τῶν ἀγριωτάτων ὁρῶμεν πολλὰ <pb n="v.1.p.5"/> καὶ τιθασευόμενα καὶ χειροήθη γιγνόμενα τοῖς πόνοις; εὖ δὲ καὶ ὁ Θετταλὸς ἐρωτηθείς τίνες εἰσὶν οἱ ἠπιώτατοι Θετταλῶν, ἔφη <q>οἱ παυόμενοι πολεμεῖν</q> καὶ τί δεῖ τὰ πολλὰ λέγειν; καὶ γὰρ τὸ ἦθος ἔθος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔθος</foreign><foreign xml:lang="lat">add.</foreign> Xylander</note> <milestone unit="tlnum" n="5"/> <milestone unit="page" resp="stephanus" n="3a"/> ἐστὶ πολυχρόνιον, καὶ τὰς ἠθικὰς ἀρετὰς ἐθικὰς ἄν τις λέγῃ, οὐκ ἄν τι πλημμελεῖν δόξειεν. ἑνὶ δὲ περὶ τούτων ἔτι παραδείγματι χρησάμενος ἀπαλλάξομαι τοῦ ἔτι περὶ αὐτῶν μηκύνειν. Λυκοῦργος γὰρ ὁ τῶν Λακεδαιμονίων νομοθέτης δύο σκύλακας τῶν αὐτῶν <milestone unit="tlnum" n="10"/> γονέων λαβὼν οὐδὲν ὁμοίως ἀλλήλοις ἤγαγεν, ἀλλὰ τὸν μὲν λίχνον ἀπέφηνε καὶ σινάμωρον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">corr.</foreign> Iacobsius: <foreign xml:lang="grc">σινάμορον</foreign></note> τὸν δʼ ἐξιχνεύειν καὶ θηρᾶν δυνατόν. εἶτά ποτε τῶν Λακεδαιμονίων εἰς ταὐτὸ συνειλεγμένων, <q>μεγάλη τοι ῥοπὴ πρὸς ἀρετῆς κύησίν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κτῆσιν</foreign> W</note> ἐστιν ἄνδρες</q> ἔφησε <q>Λακεδαιμόνιοι <milestone unit="tlnum" n="15"/> <milestone unit="page" resp="stephanus" n="3b"/> καὶ ἔθη καὶ παιδεῖαι καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθʼ ὑμῖν αὐτίκα δὴ μάλα ποιήσω φανερά</q> εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων. καὶ ὁ μὲν ἐπὶ τὸν λαγωὸν <milestone unit="tlnum" n="20"/> ᾖξεν, ὁ δʼ ἐπὶ τὴν λοπάδα ὥρμησε. τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτʼ αὐτῷ τοῦτο δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν, <q>οὗτοι γονέων</q> ἔφη <q>τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος ὁ δὲ θηρευτὴς ἀποβέβηκε</q> καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω ταῦτα.</p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent"><milestone unit="page" resp="stephanus" n="3c"/>περὶ δὲ τροφῆς ἐχόμενον ἂν εἴη λέγειν. δεῖ <pb n="v.1.p.6"/> δέ, ὡς ἐγὼ ἂν φαίην, αὐτὰς τὰς μητέρας τά τέκνα τρέφειν καὶ τούτοις τοὺς μαστοὺς ὑπέχειν· συμπαθέστερόν τε γὰρ θρέψουσι καὶ διὰ πλείονος ἐπιμελείας, ὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων <milestone unit="tlnum" n="5"/> ἀγαπῶσαι τὰ τέκνα. αἱ τίτθαι δὲ καὶ αἱ τροφοὶ τὴν εὔνοιαν ὑποβολιμαίαν καὶ παρέγγραπτον ἔχουσιν, ἅτε μισθοῦ φιλοῦσαι. δηλοῖ δὲ καὶ ἡ φύσις ὅτι δεῖ τὰς μητέρας ἃ γεγεννήκασιν αὐτὰς τιτθεύειν καὶ τρέφειν· διὰ γὰρ τοῦτο παντὶ ζῴῳ τεκόντι τὴν ἐκ <milestone unit="tlnum" n="10"/> τοῦ γάλακτος τροφὴν ἐχορήγησε. σοφὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σοφῶς</foreign> H</note> δʼ ἄρα καὶ ἡ πρόνοια· διττοὺς ἐνέθηκε ταῖς γυναιξὶ τοὺς μαστούς, <milestone unit="page" resp="stephanus" n="3d"/> ἵνα, κἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κᾶν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">καὶ</foreign></note> εἰ δίδυμα τέκοιεν, διττὰς ἔχοιεν τὰς τῆς τροφῆς πηγάς. χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις γίγνοιντʼ ἂν καὶ φιλητικώτεραι. καὶ μὰ <milestone unit="tlnum" n="15"/>Δίʼ οὐκ ἀπεικότως· ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας. καὶ γὰρ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ γὰρ</foreign>] Xenoph. Cyrop. II 1 13</note> τὰ θηρία τῶν συντρεφομένων ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται. μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας· εἰ δʼ ἄρʼ ἀδυνάτως ἔχοιεν <milestone unit="tlnum" n="20"/> ἢ διὰ σώματος ἀσθένειαν γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε τίτθας καὶ τὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὰς</foreign> H: <foreign xml:lang="grc">καὶ</foreign></note> τροφοὺς οὐ τὰς τυχούσας <milestone unit="page" resp="stephanus" n="3e"/> ἀλλʼ ὡς ἔνι μάλιστα σπουδαίας δοκιμαστέον ἐστί πρῶτον μὲν τοῖς ἤθεσιν Ἑλληνίδας. ὥσπερ γὰρ τὰ <milestone unit="tlnum" n="25"/> μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτʼ ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτὸν τρόπον ἐξ ἀρχῆς τὰ τῶν τέκνων <pb n="v.1.p.7"/> ἤθη ῥυθμίζειν προσήκει. εὔπλαστον γὰρ καὶ ὑγρὸν ἡ νεότης , καὶ ταῖς τούτων ψυχαῖς ἁπαλαῖς ἔτι τὰ <milestone unit="page" resp="stephanus" n="3f"/> μαθήματα ἐντήκεται· πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς μαλάττεται. καθάπερ γὰρ σφραγῖδες τοῖς ἁπαλοῖς <milestone unit="tlnum" n="5"/> ἐναπομάττονται κηροῖς, οὕτως αἱ μαθήσεις ταῖς τῶν ἔτι παιδίων ψυχαῖς ἐναποτυποῦνται. καί μοι δοκεῖ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 377 b</note> ὁ δαιμόνιος ἐμμελῶν παραινεῖν ταῖς τίτθαις μηδὲ τοὺς τυχόντας μύθους τοῖς παιδίοις λέγειν, ἵνα μὴ τὰς τούτων ψυχὰς ἐξ ἀρχῆς ἀνοίας καὶ διαφθορᾶς <milestone unit="tlnum" n="10"/> ἀναπίμπλασθαι συμβαίνῃ. κινδυνεύει δὲ καὶ Φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων <quote rend="blockquote"><l> χρὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χρὴ</foreign>] Bergk. vol. 2 p. 71<hi rend="superscript">4</hi></note> παῖδʼ ἔτʼ ἐόντα </l><l>καλὰ διδάσκειν ἔργα</l></quote>.</p></div></div></body></text></TEI>