<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg066.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p> ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, <pb n="p.284"/> δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον. ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς· καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.</p></div><div type="textpart" subtype="section" n="2"><p> ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας.</p></div></div></div></body></text></TEI>