τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μηδὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς· τῇ δʼ ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατʼ ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπʼ ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν. ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη.