<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg066.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="3"><p>Κρισπῖνον δὲ πέμψαντος αὐτοῦ τὴν ἑπτακαιδεκάτην σπεῖραν Ὠστίας ἀπάξοντα, κἀκείνου νυκτὸς ἔτι συσκευαζομένου καί τὰ ὅπλα ταῖς ἁμάξαις ἐπιτιθέντος, οἱ θρασύτατοι πάντες ἐβόων οὐδὲν ὑγιὲς τὸν Κρισπῖνον ἥκειν διανοούμενον, ἀλλὰ τὴν σύγκλητον ἐπιχειρεῖν πράγμασι νεωτέροις, καὶ τὰ ὅπλα κατὰ Καίσαρος, οὐ Καίσαρι παρακομίζεσθαι.</p></div><div type="textpart" subtype="section" n="4"><p> τοῦ δὲ λόγου πολλῶν ἁπτομένου καί παροξύνοντος, οἱ μὲν ἐπελαμβάνοντο τῶν ἁμαξῶν, οἱ δὲ τοὺς ἐνισταμένους ἑκατοντάρχας δύο καί τὸν Κρισπῖνον αὐτὸν ἀπέκτειναν, πάντες δὲ διασκευασάμενοι καί παρακαλέσαντες ἀλλήλους Καίσαρι βοηθεῖν ἤλαυνον εἰς τὴν Ῥώμην καί πυθόμενοι παρʼ αὐτῷ δειπνεῖν ὀγδοήκοντα συγκλητικούς, ἐφέροντο πρὸς τὰ βασίλεια, νῦν καιρὸν εἶναι λέγοντες ἐν ταὐτῷ πάντας ἀνελεῖν τοὺς Καίσαρος πολεμίους.</p></div></div></div></body></text></TEI>