<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg066.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="2"><p> καὶ νοσήμασιν ἀνηκέστοις σώματος, αὐτάς τε τὰς ἀνοσίους καὶ ἀρρήτους ἐν γυναιξὶ πόρναις καὶ ἀκαθάρτοις ἐγκυλινδήσεις, αἷς ἔτι προσέσπαιρε δυσθανατοῦντος αὐτοῦ τὸ ἀκόλαστον ἐπιδραττόμενον, ἐσχάτην τιμωρίαν ἐποιοῦντο καὶ πολλῶν ἀντάξια θανάτων οἱ σωφρονοῦντες. ἠνία δὲ τοὺς πολλοὺς ὅμως τόν ἥλιον ὁρῶν μετὰ τοσούτους καὶ τοιούτους διʼ αὐτὸν οὐχ ὁρῶντας.</p></div><div type="textpart" subtype="section" n="3"><p> ἔπεμψεν οὖν ἐπʼ αὐτὸν ὁ Ὄθων εἰς τοὺς περὶ Σινόεσσαν ἀγρούς· ἐκεῖ γὰρ διῃτᾶτο, πλοίων παρορμούντων, ὡς φευξόμενος ἀπωτέρω. καὶ τόν γε πεμφθέντα χρυσίῳ πολλῷ πείθειν ἐπεχείρησε παρεῖναι· μὴ πεισθέντι δὲ δῶρα μὲν ἔδωκεν οὐδὲν ἧττον, ἐδεήθη δὲ ὑπομεῖναι ἕως ἂν ἀποξύρηται τό γένειον· καὶ λαβὼν αὐτὸς ἑαυτὸν ἐλαιμοτόμησεν.</p></div></div></div></body></text></TEI>