βαδίζουσι δὲ αὐτοῖς ἀπήντησαν ἑκατοντάρχαι τὴν μὲν δύναμιν ἤδη κεκινημένην λέγοντες ἐρχομένην ἐπὶ τὸ Βητριακόν, αὐτοὶ δὲ ὑπὸ τῶν στρατηγῶν ἀπεστάλθαι περὶ ὁμονοίας, ἐπαινέσαντες οὖν οἱ περὶ τὸν Κέλσον ἐκέλευσαν αὐτοὺς ἀναστρέψαντας πάλιν ἀπαντᾶν μετʼ αὐτῶν τοῖς περὶ τὸν Κεκίναν. ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἐκινδύνευσεν ὁ Κέλσος. ἔτυχον γὰρ οἱ περὶ τὴν ἐνέδραν ἡττημένοι πρότερον ἱππεῖς προεξελαύνοντες. ὡς οὖν προσιόντα τὸν Κέλσον κατεῖδον, εὐθὺς βοήσαντες ὥρμησαν ἐπ αὐτόν, οἱ δὲ ἑκατοντάρχαι προέστησαν ἀνείργοντες· καὶ τῶν ἄλλων λοχαγῶν φείδεσθαι βοώντων οἱ περὶ τὸν Κεκίναν πυθόμενοι καὶ προσελάσαντες τὴν ἀκοσμίαν ταχὺ τῶν ἱππέων ἔπαυσαν, τὸν δὲ Κέλσον ἀσπασάμενοι φιλοφρόνως ἐβάδιζον μετʼ αὐτῶν εἰς τὸ Βητριακόν.