Μάριος δὲ Κέλσος τοὺς ἐν τέλει συναγαγὼν ἐκέλευσε σκοπεῖν τὸ κοινόν, ὡς ἐπὶ συμφορᾷ τηλικαύτῃ καὶ φόνῳ τοσούτῳ πολιτῶν μηδὲ Ὄθωνος, εἴπερ ἀνὴρ ἀγαθός ἐστιν, ἐθελήσοντος ἔτι πειρᾶσθαι τῆς τύχης, ὅπου καὶ Κάτων καὶ Σκηπίων, Καίσαρι κρατοῦντι μετὰ Φάρσαλον εἶξαι μὴ θελήσαντες, αἰτίαν ἔχουσιν ὡς πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἐν Λιβύῃ παραναλώσαντες οὐκ ἀναγκαίως, καίπερ ἀγωνιζόμενοι περὶ τῆς Ῥωμαίων ἐλευθερίας. τὰ γὰρ ἄλλα κοινὴν ἡ τύχη παρέχουσα πᾶσιν ἑαυτὴν ἓν οὐκ ἀφαιρεῖται τῶν ἀγαθῶν, τὸ κἂν πταίσωσιν εὐλογιστεῖν πρὸς τὰ συντυγχάνοντα. ταῦτα λέγων ἔπειθε τοὺς ἡγεμονικούς, ἐπεὶ δὲ πειρώμενοι τοὺς στρατιώτας ἑώρων εἰρήνης δεομένους καὶ Τιτιανὸς ἐκέλευε πρεσβεύειν ὑπὲρ ὁμονοίας, ἔδοξε Κέλσῳ καὶ Γάλλῳ βαδίζειν καὶ διαλέγεσθαι τοῖς περὶ τὸν Κεκίναν καὶ Οὐάλεντα.